1 Chronicles 11
And all Israel came to David in Chebron, saying, Behold, we [are] thy bones and thy flesh.
ΚΑΙ ἦλθε πᾶς ᾿Ισραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
And heretofore when Saul was king, thou wast he that led Israel in and out, and the Lord of Israel said to thee, Thou shalt feed my people Israel, and thou shalt be for a ruler over Israel.
καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ισραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ.
And all the elders of Israel came to the king to Chebron; and king David made a covenant with them in Chebron before the Lord: and they anointed David to be king over Israel, according to the word of the Lord by Samuel.
καὶ ἦλθον πάντες πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ ᾿Ισραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.
And the king and his men went to Jerusalem, this [is] Jebus; and there the Jebusites the inhabitants of the land said to David,
Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ (αὕτη ᾿Ιεβούς), καὶ ἐκεῖ οἱ ᾿Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ·
Thou shalt not enter in hither. But he took the strong hold of Sion: this [is] the city of David.
οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ).
And David said, Whoever first smites the Jebusite, even he shall be chief and captain. And Joab the son of Saruia went up first, and became chief.
καὶ εἶπε Δαυίδ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις ᾿Ιωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα.
And David dwelt in the strong hold; therefore he called it the city of David.
καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ·
And he fortified the city round about.
καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν.
And David continued to increase, and the Lord Almighty [was] with him.
καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.
And these [are] the chiefs of the mighty men, whom David had, who strengthened [themselves] with him in his kingdom, with all Israel, to make him king, according to the word of the Lord concerning Israel.
Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς ᾿Ισραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ ᾿Ισραήλ·
And this [is] the list of the mighty [men] of David; Jesebada, son of Achaman, first of the thirty: he drew his sword once against three hundred whom he slew at one time.
καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· ᾿Ιεσεβάαλ υἱὸς ᾿Αχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
And after him Eleazar son of Dodai, the Achochite: he was among the three mighty men.
καὶ μετ᾿ αὐτὸν ᾿Ελεάζαρ υἱὸς Δωδαΐ ὁ ᾿Αχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.
He was with David in Pasodamin, and the Philistines were gathered there to battle, and [there was] a portion of the field full of barley; and the people fled before the Philistines.
οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·
And he stood in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance.
καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
And three of the thirty chiefs went down to the rock to David, to the cave of Odollam, and the camp of the Philistines [was] in the giants’ valley.
καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.
And David [was] then in the hold, and the garrison of the Philistines [was] then in Bethleem.
καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
And David longed, and said, Who will give me water to drink of the well of Bethleem, that is in the gate?
καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;
And the three broke through the camp of the Philistines, and they drew water out of the well that was in Bethleem, which was in the gate, and they took it, and came to David: but David would not drink it, and poured it out to the Lord, and said,
καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν·
God forbid that I should do this thing: shall I drink the blood of these men with their lives? for with [the peril of] their lives they brought it. So he would not drink it. These things did the three mighty [men].
ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
And Abisa the brother of Joab, he was chief of three: he drew his sword against three hundred slain at one time, and he had a name among the [second] three.
καὶ ᾿Αβεσαὰ ἀδελφὸς ᾿Ιωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
He was more famous than the two [others] of the three, and he was chief [over] them; yet he reached not to the [first] three.
ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
And Banaia the son of Jodae was the son of a mighty man: many [were] his acts for Cabasael: he smote two lion-like men of Moab, and he went down and smote a lion in a pit on a snowy day.
καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
And he smote an Egyptian, a wonderful man five cubits [high]; and in the hand of the Egyptian [there was] a spear like a weavers’ beam; and Banaia went down to him with a staff, and took the spear out of the Egyptian’s hand, and slew him with his own spear.
καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
These things did Banaia son of Jodae, and his name [was] among the three mighties.
ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς·
He was distinguished beyond the thirty, yet he reached not to the [first] three: and David set him over his family.
ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
And the mighty [men] of the forces [were], Asael the brother of Joab, Eleanan the son of Dodoe of Bethleem,
καὶ δυνατοὶ τῶν δυνάμεων· ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωάβ, ᾿Ελεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ,
Ora the son of Ekkis the Thecoite, Abiezer the Anathothite,
῾Ωρὰ υἱὸς ᾿Εκκὶς ὁ Θεκωί, ᾿Αβιέζερ ὁ ᾿Αναθωθί,
Marai the Netophathite, Chthaod the son of Nooza the Netophathite,
Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί,
Airi the son of Rebie of the hill of Benjamin, Banaias the Pharathonite,
Αἰρὶ υἱὸς Ῥεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί,
the son of Asam the Gizonite, Jonathan the son of Sola the Ararite,
υἱὸς ᾿Ασὰμ τοῦ Γιζωνίτου, ᾿Ιωνάθαν υἱὸς Σωλὰ ὁ ᾿Αραρί,
Achim the son of Achar the Ararite, Elphat the son of Thyrophar
᾿Αχὶμ υἱὸς ᾿Αχὰρ ὁ ᾿Αραρί, ᾿Ελφὰτ υἱὸς Θυροφὰρ
Sele the son of Ammoni, Nachor the Berothite, armour-bearer to the son of Saruia,
Σελὴ ὁ ᾿Αμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη ᾿Ιωὰβ υἱῷ Σαρουΐα,
Adina son of Saeza, a chief of Ruben, and thirty with him,
᾿Αδινὰ υἱὸς Σαιζὰ τοῦ Ῥουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα.
Ozia the Astarothite, Samatha and Jeiel sons of Chotham the Ararite,
᾿Οζία ὁ ᾿Ασταρωθί, Σαμαθὰ καὶ ᾿Ιειὴλ υἱοὶ Χωθὰμ τοῦ ᾿Αραρί,
Jediel the son of Sameri, and Jozae his brother the Thosaite,
᾿Ιεδιὴλ υἱὸς Σαμερὶ καὶ ᾿Ιωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ,
Eliel the Maoite, and Jaribi, and Josia his son, Ellaam, and Jethama the Moabite,
᾿Ελιὴλ ὁ Μαωΐ καὶ ᾿Ιαριβί, καὶ ᾿Ιωσία υἱὸς αὐτοῦ, ᾿Ελλαὰμ καὶ ᾿Ιεθαμὰ ὁ Μωαβίτης,