1 Chronicles 12

1

And these [are] they that came to Sikelag, when he yet kept himself close because of Saul the son of Kis; and these [were] among the mighty, aiding [him] in war,

ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ

2

and [using] the bow with the right hand and with the left, and slingers with stones, and [shooters] with bows. Of the brethren of Saul of Benjamin,

καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν·

3

the chief [was] Achiezer, and Joas son of Asthma the Gabathite, and Joel and Jophalet, sons of Asmoth, and Berchia, and Jeul of Anathoth,

ὁ ἄρχων ᾿Αχιέζερ καὶ ᾿Ιωὰς υἱὸς ᾿Ασμὰ τοῦ Γαβαθίτου καὶ ᾿Ιωὴλ καὶ ᾿Ιωφαλὴτ υἱοὶ ᾿Ασμὼθ καὶ Βερχία καὶ ᾿Ιηοὺλ ὁ ᾿Αναθωθὶ

4

and Samaias the Gabaonite a mighty man among the thirty, and over the thirty;

καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα

5

[and] Jeremia, and Jeziel, and Joanan, and Jozabath of Gadarathiim,

῾Ιερεμία καὶ ᾿Ιεζιὴλ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιωζαβὰθ ὁ Γαδαραθιίμ,

6

Azai and Arimuth, and Baalia, and Samaraia, and Saphatias of Charaephiel,

᾿Αζαΐ καὶ ᾿Ιαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ,

7

Helcana, and Jesuni, and Ozriel, and Jozara, and Sobocam, and the Corites,

῾Ηλκανὰ καὶ ᾿Ιησουνὶ καὶ ᾿Οζριὴλ καὶ ᾿Ιωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται

8

and Jelia and Zabadia, sons of Iroam, and the [men] of Gedor.

καὶ ᾿Ιελία καὶ Ζαβαδία υἱοὶ ᾿Ιραὰμ καὶ οἱ τοῦ Γεδώρ.

9

And from Gad these separated themselves to David from the wilderness, strong mighty men of war, bearing shields and spears, and their faces [were as] the face of a lion, and they were nimble as roes upon the mountains in speed.

καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

10

Aza the chief, Abdia the second, Eliab the third,

᾿Αζὲρ ὁ ἄρχων, ᾿Αβδία ὁ δεύτερος, ᾿Ελιὰβ ὁ τρίτος,

11

Masmana the fourth, Jeremias the fifth,

Μασμανὰ ὁ τέταρτος, ῾Ιερμιὰ ὁ πέμπτος,

12

Jethi the sixth, Eliab the seventh,

᾿Ιεθὶ ὁ ἕκτος, ᾿Ελιὰβ ὁ ἕβδομος,

13

Joanan the eighth, Eleazer the ninth,

᾿Ιωανὰν ὁ ὄγδοος, ᾿Ελιαζὲρ ὁ ἔνατος,

14

Jeremia the tenth, Melchabanai the eleventh.

῾Ιερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος.

15

These [were] chiefs of the army of the sons of Gad, the least one commander of a hundred, and the greatest one of a thousand.

οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

16

These [are] the [men] that crossed over Jordan in the first month, and it had overflowed all its banks; and they drove out all the inhabitants of the valleys, from the east to the west.

οὗτοι οἱ διαβάντες τὸν ᾿Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.

17

And there came [some] of the sons of Benjamin and Juda to the assistance of David.

καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ᾿Ιούδα εἰς βοήθειαν τοῦ Δαυίδ,

18

And David went out to meet them, and said to them, If ye are come peaceably to me, let my heart be at peace with you: but if [ye are come] to betray me to my enemies unfaithfully, the God of your fathers look upon it, and reprove it.

καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.

19

And the Spirit came upon Amasai, a captain of the thirty, and he said, Go, David, son of Jesse, thou and thy people, peace, peace be to thee, and peace to thy helpers, for thy God has helped thee. And David received them, and made them captains of the forces.

καὶ πνεῦμα ἐνέδυσε τὸν ᾿Αμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς ᾿Ιεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

20

And [some] came to David from Manasse, when the Philistines came against Saul to war: and he helped them not, because the captains of the Philistines took counsel, saying, With the heads of those men will he return to his master Saul.

καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ·

21

When David was going to Sikelag, there came to him of Manasse, Edna and Jozabath, and Rodiel, and Michael, and Josabaith, and Elimuth, and Semathi, [these] are the captains of thousands of Manasse.

ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ ᾿Εδνὰ καὶ ᾿Ιωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μιχαὴλ καὶ ᾿Ιωσαβαὶθ καὶ ᾿Ελιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ.

22

And they fought on the side of David against a troop, for they [were] all men of might; and they were commanders in the army, [because] of [their] might.

καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·

23

For daily men came to David, [till they amounted] to a great force, as the force of God.

ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ.

24

And these [are] the names of the commanders of the army, who came to David to Chebron, to turn the kingdom of Saul to him according to the word of the Lord.

καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.

25

The sons of Juda, bearing shields and spears, six thousand and eight hundred mighty in war.

υἱοὶ ᾿Ιούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.

26

Of the sons of Symeon mighty for battle, seven thousand and a hundred.

τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.

27

Of the sons of Levi, four thousand and six hundred.

τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι.

28

And Joadas the chief [of the family] of Aaron, and with him three thousand and seven hundred.

καὶ ᾿Ιωδαὲ ὁ ἡγούμενος τῷ ᾿Ααρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι.

29

And Sadoc, a young [man] mighty in strength, and [there were] twenty-two leaders of his father’s house.

καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο.

30

And of the sons of Benjamin, the brethren of Saul, three thousand: and still the greater part of them kept the guard of the house of Saul.

καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ.

31

And of the sons of Ephraim, twenty thousand and eight hundred mighty men, famous in the houses of their fathers.

καὶ ἀπὸ υἱῶν ᾿Εφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν.

32

And of the half-tribe of Manasse, eighteen thousand, even [those] who were named by name, to make David king.

καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ.

33

And of the sons of Issachar having wisdom with regard to the times, knowing what Israel should do, two hundred; and all their brethren with them.

καὶ ἀπὸ τῶν υἱῶν ᾿Ισσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι ᾿Ισραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν.

34

And of Zabulon they that went out to battle, with all weapons of war, [were] fifty thousand to help David, not weak-handed.

καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως.

35

And of Nephthali a thousand captains, and with them [men] with shields and spears, thirty-seven thousand.

καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες.

36

And of the Danites [men] ready for war twenty-eight thousand and eight hundred.

καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.

37

And of Aser, they that went out to give aid in war, forty thousand.

καὶ ἀπὸ τοῦ ᾿Ασὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.

38

And from the country beyond Jordan, from Ruben, and the Gadites, and from the half-tribe of Manasse, a hundred and twenty thousand, with all weapons of war.

καὶ ἐκ πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

39

All these [were] men of war, setting [the army] in battle array, with a peaceful mind [towards him], and they came to Chebron to make David king over all Israel: and the rest of Israel [were of] one mind to make David king.

πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ· καὶ ὁ κατάλοιπος ᾿Ισραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ.

40

And they were there three days eating and drinking, for their brethren [had] made preparations.

καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν.

41

And their neighbours, as far as Issachar and Zabulon and Nephthali, brought to them upon camels, and asses, and mules, and upon calves, victuals, meal, cakes of figs, raisins, wine, and oil, calves and sheep abundantly: for [there was] joy in Israel.

καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ᾿Ισσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν ᾿Ισραήλ.