1 Chronicles 15

1

And [David] made for himself houses in the city of David, and he prepared a place for the ark of God, and made a tent for it.

ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.

2

Then said David, It is not [lawful for any] to bear the ark of God, but the Levites; for the Lord has chosen them to bear the ark of the Lord, and to minister to him for ever.

τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.

3

And David assembled all Israel at Jerusalem, to bring up the ark of the Lord to the place which he [had] prepared for it.

καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.

4

And David gathered together the sons of Aaron the Levites.

καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς Λευίτας.

5

Of the sons of Caath; [there was] Uriel the chief, and his brethren, a hundred and twenty.

τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.

6

Of the sons of Merari; Asaia the chief, and his brethren, two hundred and twenty.

τῶν υἱῶν Μεραρί· ᾿Ασαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι.

7

Of the sons of Gedson; Joel the chief, and his brethren, a hundred and thirty.

τῶν υἱῶν Γηρσάμ· ᾿Ιωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα.

8

Of the sons of Elisaphat; Semei the chief, and his brethren, two hundred.

τῶν υἱῶν ᾿Ελισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.

9

Of the sons of Chebrom; Eliel the chief, and his brethren eighty.

τῶν υἱῶν Χεβρών· ᾿Ελιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.

10

Of the sons of Oziel; Aminadab the chief, and his brethren a hundred and twelve.

τῶν υἱῶν ᾿Οζιήλ· ᾿Αμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.

11

And David called Sadoc and Abiathar the priests, and the Levites, Uriel, Asaia, and Joel, and Semaia, and Eliel, and Aminadab,

καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ ᾿Αβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, ᾿Ασαΐαν καὶ ᾿Ιωὴλ καὶ Σαμαίαν καὶ ᾿Ελιὴλ καὶ ᾿Αμιναδάβ,

12

and said to them, Ye [are] the heads of the families of the Levites: sanctify yourselves, you and your brethren, and ye shall carry up the ark of the God of Israel, [to the place] which I have prepared for it.

καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, οὗ ἡτοίμασα αὐτῇ·

13

For because ye were not [ready] at the first, our God made a breach upon us, because we sought him not according to the ordinance.

ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι.

14

So the priests and the Levites sanctified themselves, to bring up the ark of the God of Israel.

καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ ᾿Ισραήλ.

15

And the sons of the Levites took the ark of God, (as Moses commanded by the word of God according to the scripture) upon their shoulders with staves.

καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς.

16

And David said to the chiefs of the Levites, Set your brethren the singers with musical instruments, lutes, harps, and cymbals, to sound aloud with a voice of joy.

καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.

17

So the Levites appointed Aeman the son of Joel; Asaph the son of Barachias [was one] of his brethren; and Aethan the son of Kisaeus was of the sons of Merari their brethren;

καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν ᾿Ιωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ ᾿Ασὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.

18

and with them their brethren of the second rank, Zacharias, and Oziel, and Semiramoth, and Jeiel, and Elioel, and Eliab, and Banaia, and Maasaia, and Matthathia, and Eliphena, and Makellia, and Abdedom, and Jeiel, and Ozias, the porters.

καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ ᾿Οζιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Ελιωὴλ καὶ ᾿Ελιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ ᾿Ελιφαλία καὶ Μακενία καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας, οἱ πυλωροί.

19

And the singers, Aeman, Asaph, and Aethan, with brazen cymbals to make [a sound] to be heard.

καὶ οἱ ψαλτῳδοί, Αἰμάν, ᾿Ασὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·

20

Zacharias, and Oziel, Semiramoth, Jeiel, Oni, Eliab, Maasaeas, Banaeas, with lutes, on alaemoth.

Ζαχαρίας καὶ ᾿Οζιήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, ᾿Ωνί, ᾿Ελιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ.

21

And Mattathias, and Eliphalu, and Makenia, and Abdedom, and Jeiel, and Ozias, with harps of Amasenith, to make a loud noise.

καὶ Ματταθίας καὶ ᾿Ελιφαλίας καὶ Μακενίας καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.

22

And Chonenia chief of the Levites [was] master of the bands, because he was skilful.

καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.

23

And Barachia and Elcana [were] door-keepers of the ark.

καὶ Βαραχία καὶ ᾿Ελκανὰ πυλωροὶ τῆς κιβωτοῦ.

24

And Somnia, and Josaphat, and Nathanael, and Amasai, and Zacharia, and Banaea, and Eliezer, the priests, were sounding with trumpets before the ark of God: and Abdedom and Jeia [were] door-keepers of the ark of God.

καὶ Σοβνία καὶ ᾿Ιωσαφὰτ καὶ Ναθαναὴλ καὶ ᾿Αμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ ᾿Ελιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.

25

So David, and the elders of Israel, and the captains of thousands, went to bring up the ark of the covenant from the house of Abdedom with gladness.

καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι ᾿Ισραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου ᾿Αβδεδὸμ ἐν εὐφροσύνῃ.

26

And it came to pass when God strengthened the Levites bearing the ark of the covenant of the Lord, that they sacrificed seven calves and seven rams.

καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

27

And David [was] girt with a fine linen robe, and all the Levites [who were] bearing the ark of the covenant of the Lord, and the singers, and Chonenias the master of the band of singers; also upon David [there was] a robe of fine linen.

καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη.

28

And all Israel brought up the ark of the covenant of the Lord with shouting, and with the sound of a horn, and with trumpets, and with cymbals, playing loudly on lutes and harps.

καὶ πᾶς ᾿Ισραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.

29

And the ark of the covenant of the Lord arrived, and came to the city of David; and Melchol the daughter of Saul looked down through the window, and saw king David dancing and playing: and she despised him in her heart.

καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.