1 Chronicles 29

1

And David the king said to all the congregation, Solomon my son, whom the Lord has chosen, [is] young and tender, and the work [is] great; for [it is] not for man, but for the Lord God.

ΚΑΙ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ· Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλ᾿ ἢ Κυρίῳ Θεῷ.

2

I have prepared according to all [my] might for the house of my God gold, silver, brass, iron, wood, onyx stones, and costly and variegated stones for setting, and every precious stone, and much Parian [marble].

κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον Θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοόμ, καὶ πληρώσεως λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ Πάριον πολύν.

3

And still farther, because I took pleasure in the house of my God, I have gold and silver which I have procured for myself, and, behold, I have given them to the house of my God over and above, beyond what I have prepared for the holy house.

καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ Θεοῦ μου ἔστι μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον Θεοῦ μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων,

4

Three thousand talents of gold of Suphir, and seven thousand talents of fine silver, for the overlaying of the walls of the sanctuary:

τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ,

5

[for thee to use] the gold for [things of] gold, and the silver for things of silver, and for every work by the hand of the artificers. And who is willing to dedicate himself in work this day for the Lord?

εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;

6

Then the heads of families, and the princes of the children of Israel, and the captains of thousands and captains of hundreds, and the overseers of the works, and the king’s builders, offered willingly.

καὶ προεθυμήθησαν ἄρχοντες πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν ᾿Ισραήλ, καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι, καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκοδόμοι τοῦ βασιλέως

7

And they gave for the works of the house of the Lord five thousand talents of gold, and ten thousand gold [pieces], and ten thousand talents of silver, and eighteen thousand talents of brass, and a hundred thousand talents of iron.

καὶ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου Κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν.

8

And they who had [precious] stone, gave it into the treasuries of the house of the Lord by the hand of Jeiel the Gedsonite.

καὶ οἷς εὑρέθη παρ᾿ αὐτοῖς λίθος, ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου Κυρίου διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ Γεδσωνί.

9

And the people rejoiced because of the willingness, for they offered willingly to the Lord with a full heart: and king David rejoiced greatly.

καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι, ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ Κυρίῳ, καὶ Δαυὶδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως.

10

And king David blessed the Lord before the congregation, saying, Blessed art thou, O Lord God of Israel, our Father, from everlasting and to everlasting.

καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων· εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος.

11

Thine, O Lord, [is] the greatness, and the power, and the glory, and the victory, and the might: for thou art Lord of all things that are in heaven and upon the earth: before thy face every king and nation is troubled.

σοί, Κύριε, ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις, ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος.

12

From thee [come] wealth and glory: thou, O Lord, rulest over all, the Lord of all dominion, and in thy hand [is] strength and rule; and [thou art] almighty with thy hand to increase and establish all things.

παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.

13

And now, Lord, we give thanks to thee, and praise thy glorious name.

καὶ νῦν, Κύριε, ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

14

But who am I, and what [is] my people, that we have been able to be thus forward [in offering] to thee? for all things [are] thine, and of thine own have we given thee,

καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου, ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.

15

for we are strangers before thee, and sojourners, as all our fathers [were]: our days upon the earth [are] as a shadow, and there is no remaining.

ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν· ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς, καὶ οὐκ ἔστιν ὑπομονή.

16

O Lord our God, as for all this abundance which I have prepared that a house should be built to thy holy name, it is of thy hand, and all [is] thine.

Κύριε ὁ Θεὸς ἡμῶν, πρὸς πᾶν τὸ πλῆθος τοῦτο, ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου, ἐκ χειρός σού ἐστι, καὶ σοὶ τὰ πάντα.

17

And I know, Lord, that thou art he that searches the hearts, and thou lovest righteousness. I have willingly offered all these things in simplicity of heart; and now I have seen with joy thy people here present, willingly offering to thee.

καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην ταῦτα πάντα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.

18

O Lord God of Abraham, and Isaac, and Israel, our fathers, preserve these things in the thought of the heart of thy people for ever, and direct their hearts to thee.

Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρός σε.

19

And to Solomon my son give a good heart, to perform thy commandments, and [to observe] thy testimonies, and thine ordinances, and to accomplish the building of thy house.

καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

20

And David said to the whole congregation, Bless ye the Lord our God. And all the congregation blessed the Lord God of their fathers, and they bowed the knee and worshipped the Lord, and [did obeisance] to the king.

καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ· εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ.

21

And David sacrificed to the Lord, and offered up whole-burnt-offerings to the Lord on the morrow after the first day, a thousand calves, a thousand rams, a thousand lambs, and their drink-offerings, and sacrifices in abundance for all Israel.

καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ ᾿Ισραήλ.

22

And they ate and drank joyfully that day before the Lord: and they made Solomon the son of David king a second time, and anointed him king before the Lord, and Sadoc to the priesthood.

καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.

23

And Solomon sat upon the throne of his father David, and was highly honoured; and all Israel obeyed him.

καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς ᾿Ισραήλ·

24

The princes, and the mighty men, and all the sons of king David his father, were subject to him.

οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.

25

And the Lord magnified Solomon over all Israel, and gave him royal glory, such as was not upon any king before him.

καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς ᾿Ισραὴλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.

26

And David the son of Jessae reigned over Israel forty years;

καὶ Δαυὶδ υἱὸς ᾿Ιεσσαὶ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ

27

seven years in Chebron, and thirty-three years in Jerusalem.

ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ καὶ ἐν ῾Ιερουσαλὴμ ἔτη τριακοντατρία.

28

And he died in a good old age, full of days, in wealth, and glory: and Solomon his son reigned in his stead.

καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

29

And the rest of the acts of David, the former and the latter, are written in the history of Samuel the seer, and in the history of Nathan the prophet, and in the history of Gad the seer,

οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυίδ, οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος

30

concerning all his reign, and his power, and the times which went over him, and over Israel, and over all the kingdoms of the earth.

περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροί, οἳ ἐγένοντο ἐπ᾿ αὐτῷ, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.