1 Kings (3 Kings) 18
And it came to pass after many days, that the word of the Lord came to Eliu in the third year, saying, Go, and appear before Achaab, and I will bring rain upon the face of the earth.
ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς ᾿Ηλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων· πορεύθητι καὶ ὄφθητι τῷ ᾿Αχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
And Eliu went to appear before Achaab: and the famine [as] severe in Samaria.
καὶ ἐπορεύθη ᾿Ηλιοὺ τοῦ ὀφθῆναι τῷ ᾿Αχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
And Achaab called Abdiu the steward. Now Abdiu feared the Lord greatly.
καὶ ἐκάλεσεν ᾿Αχαὰβ τὸν ᾿Αβδιοὺ τὸν οἰκονόμον· (καὶ ᾿Αβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα,
And it came to pass when Jezabel smote the prophets of the Lord, that Abdiu took a hundred prophets, and hid them by fifty in a cave, and fed them with bread and water.
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου καὶ ἔλαβεν ᾿Αβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·)
And Achaab said to Abdiu, Come, and let us go through the land, and to the fountains of water, and to the brooks, if by any means we may find grass, and may save the horses and mules, and so they will not perish from the tents.
καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Αβδιού· δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.
And they made a division of the way between them to pass through it: Achaab went one way, and Abdiu went by another way alone.
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· ᾿Αχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ καὶ ᾿Αβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
And Abdiu was alone in the way; and Eliu came alone to meet him: and Abdiu hasted, and fell upon his face, and said, My lord Eliu, art thou [indeed] he?
καὶ ἦν ᾿Αβδιοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν ᾿Ηλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ ᾿Αβδιοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτός, κύριέ μου ᾿Ηλιού;
And Eliu said to him, I [am]: go say to thy master, Behold, Eliu [is here].
καὶ εἶπεν ᾿Ηλιοὺ αὐτῷ· ἐγώ. πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού.
And Abdiu said, What sin have I committed, that thou givest thy servant into the hand of Achaab to slay me?
καὶ εἶπεν ᾿Αβδιού· τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα ᾿Αχαὰβ τοῦ θανατῶσαί με;
[As] the Lord thy God lives, there is not a nation or kingdom, whither my lord has not sent to seek thee; and if they said, He is not [here], then has he set fire to the kingdom and its territories, because he has not found thee.
ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἰ εἶπον· οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε.
And now thou sayest, Go, tell thy lord, Behold, Eliu [is here].
καὶ νῦν σὺ λέγεις· πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού.
And it shall come to pass when I shall have departed from thee, that the Spirit of the Lord shall carry thee to a land which I know not, and I shall go in to tell the matter to Achaab, and he will not find thee and will slay me: yet thy servant fears the Lord from his youth.
καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ ᾿Αχαάβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
Has it not been told to thee my lord, what I did when Jezabel slew the prophets of the Lord, that I hid a hundred men of the prophets of the Lord, by fifty in a cave, and fed them with bread and water?
ᾖ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
And now thou sayest to me, Go, say to thy master, Behold, Eliu [is here]: and he shall slay me.
καὶ νῦν σὺ λέγεις μοι· πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού· καὶ ἀποκτενεῖ με;
And Eliu said, [As] the Lord of Hosts before whom I stand lives, to-day I will appear before him.
καὶ εἶπεν ᾿Ηλιού· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
And Abdiu went to meet Achaab, and told him: an Achaab hasted forth, and went to meet Eliu.
καὶ ἐπορεύθη ᾿Αβδιοὺ εἰς συναντὴν τῷ ᾿Αχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν ᾿Αχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν ᾿Ηλιού.
And it came to pass when Achaab saw Eliu, that Achaab said to Eliu, Art thou he that perverts Israel?
Καὶ ἐγένετο ὡς εἶδεν ᾿Αχαὰβ τὸν ᾿Ηλιού, καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Ηλιού· εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν ᾿Ισραήλ;
And Eliu said, I do not pervert Israel; but it is thou and thy father’s house, in that ye forsake the Lord your God, and thou hast gone after Baalim.
καὶ εἶπεν ᾿Ηλιού· οὐ διαστρέφω τὸν ᾿Ισραήλ, ὅτι ἀλλ᾿ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ.
And now send, gather to me all Israel to mount Carmel, and the prophets of shame four hundred and fifty, and the prophets of the groves four hundred, that eat [at] Jezabel’s table.
καὶ νῦν ἀπόστειλον, συνάθροισον πρός με πάντα ᾿Ισραὴλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίου ἐσθίοντας τράπεζαν ᾿Ιεζάβελ.
And Achaab sent to all Israel, and gathered all the prophets to mount Carmel.
καὶ ἀπέστειλεν ᾿Αχαὰβ εἰς πάντα ᾿Ισραὴλ καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
And Eliu drew near to them all: and Eliu said to them, How long wilt ye halt on both feet? if the Lord be God, follow him; but if Baal, follow him. And the people answered not a word.
καὶ προσήγαγεν ᾿Ηλιοὺ πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς ᾿Ηλιού· ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
And Eliu said to the people, I am left, the only one prophet of the Lord; and the prophets of Baal [are] four hundred and fifty men, and the prophets of the groves four hundred.
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
Let them give us two oxen, and let them choose one for themselves, and cut it in pieces, and lay it on the wood, and put no fire [on] the wood: and I will dress the other bullock, and put on no fire.
δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.
And do ye call loudly on the name of your gods, and I will call on the name of the Lord my God, and it shall come to pass that the God who shall answer by fire, he [is] God. And all the people answered and said, The word which thou hast spoken [is] good.
καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου, καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος Θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον· καλὸν τὸ ρῆμα, ὃ ἐλάλησας.
And Eliu said to the prophets of shame, Choose to yourselves one calf, and dress it first, for ye [are] many; and call ye on the name of your god; but apply no fire.
καὶ εἶπεν ᾿Ηλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης· ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε.
And they took the calf and drest it, and called on the name of Baal from morning till noon, and said, hear us, O Baal, hear us. And there was no voice, neither was there hearing, and they ran up and down on the altar which they [had] made.
καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας καὶ εἶπον· ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν.
And it was noon, and Eliu the Thesbite mocked them, and said, Call with a loud voice, for he is a god; for he is meditating, or else perhaps he is engaged in business, or perhaps he is asleep, and is to be awaked.
καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς ᾿Ηλιοὺ ὁ Θεσβίτης καὶ εἶπεν· ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
And they cried with a loud voice, and cut themselves according to their custom with knives and lancets until the blood gushed out upon them.
καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾿ αὐτούς·
And they prophesied until the evening came; and it came to pass as it was the time of the offering of the sacrifice, that Eliu the Thesbite spoke to the prophets of the abominations, saying, Stand by for the present, and I will offer my sacrifice. And they stood aside and departed.
καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή. καὶ ἐλάλησεν ᾿Ηλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων· μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. καὶ μετέστησαν, καὶ ἀπῆλθον.
And Eliu said to the people, Come near to me. And all the people came near to him.
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· προσαγάγετε πρός με· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν.
And Eliu took twelve stones, according to the number of the tribes of Israel, as the Lord spoke to him, saying, Israel shall be thy name.
καὶ ἔλαβεν ᾿Ηλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ ᾿Ισραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν λέγων· ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου.
And he built up the stones in the name of the Lord, and repaired the altar that had been broken down; and he made a trench that would hold two measures of seed round about the altar.
καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
And he piled the cleft wood on the altar which he [had] made, and divided the whole-burnt-offering, and laid [it] on the wood, and laid [it] in order on the altar, and said, Fetch me four pitchers of water, and pour [it] on the whole-burnt-offering, and on the wood. And they did so.
καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον καὶ εἶπε· λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως.
And he said, Do it the second time. And they did it the second time. And he said, Do it the third time. And they did it the third time.
καὶ εἶπε· δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπε· τρισσώσατε· καὶ ἐτρίσσευσαν.
And the water ran round about the altar, and they filled the trench with water.
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.
And Eliu cried aloud to the heaven, and said, Lord God of Abraam, and Isaac, and Israel, answer me, O Lord, answer me this day by fire, and let all this people know that thou art the Lord, the God of Israel, and I [am] thy servant, and for thy sake I have wrought these works.
καὶ ἀνεβόησεν ᾿Ηλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ ἐγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
Hear me, O Lord, hear me, and let this people know that thou art the Lord God, and thou hast turned back the heart of this people.
ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
Then fire fell from the Lord out of heaven, and devoured the whole-burnt-offerings, and the wood and the water that was in the trench, and the fire licked up the stones and the earth.
καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.
And all the people fell upon their faces, and said, Truly the Lord [is] God; he [is] God.
καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ὁ Θεός.
And Eliu said to the people, Take the prophets of Baal; let not one of them escape. And they took them; and Eliu brings them down to the brook Kisson, and he slew them there.
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς ᾿Ηλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
And Eliu said to Achaab, Go up, and eat and drink, for [there is] a sound of the coming of rain.
Καὶ εἶπεν ᾿Ηλιοὺ τῷ ᾿Αχαάβ· ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
And Achaab went up to eat and to drink; and Eliu went up to Carmel, and stooped to the ground, and put his face between his knees,
καὶ ἀνέβη ᾿Αχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ ᾿Ηλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀνὰ μέσον τῶν γονάτων αὐτοῦ.
and said to his servant, Go up, and look toward the sea. And the servant looked, and said, There is nothing: and Eliu said, Do thou then go again seven times.
καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν· οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν ᾿Ηλιού· καὶ σὺ ἐπίστρεψον ἑπτάκις·
And the servant went again seven times: and it came to pass at the seventh time, that, behold, a little cloud like the sole of a man’s foot brought water; and he said, Go up, and say to Achaab, make ready thy chariot, and go down, lest the rain overtake thee.
καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις. καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν· ἀνάβηθι καὶ εἶπον τῷ ᾿Αχαάβ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
And it came to pass in the meanwhile, that the heaven grew black with clouds and wind, and there was a great rain. And Achaab wept, and went to Jezrael.
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ.
And the hand of the Lord [was] upon Eliu, and he girt up his loins, and ran before Achaab to Jezrael.
καὶ χεὶρ Κυρίου ἐπὶ τὸν ᾿Ηλιού, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ.