1 Kings (3 Kings) 9

1

And it came to pass when Solomon had finished building the house of the Lord, and the king’s house, and all the work of Solomon, whatever he wished to perform,

ΚΑΙ ἐγενήθη ὡς συνετέλεσε Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμών, ὅσα ἠθέλησε ποιῆσαι,

2

that the Lord appeared to Solomon a second time, as he appeared in Gabaon.

καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον, καθὼς ὤφθη ἐν Γαβαών,

3

And the Lord said to him, I have heard the voice of thy prayer, and thy supplication which thou madest before me: I have done for thee according to all thy prayer: I have hallowed this house which thou hast built to put my name there for ever, and mine eyes and my heart shall be there always.

καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιόν μου· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.

4

And if thou wilt walk before me as David thy father walked, in holiness of heart and uprightness, and so as to do according to all that I commanded him, and shalt keep my ordinances and my commandments:

καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,

5

then will I establish the throne of thy kingdom in Israel for ever, as I spoke to David thy father, saying, There shall not fail thee a man to rule in Israel.

καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου λέγων· οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν ᾿Ισραήλ.

6

But if ye or your children do in any wise revolt from me, and do not keep my commandments and my ordinances, which Moses set before you, and ye go and serve other gods, and worship them:

ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾿ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,

7

then will I cut off Israel from the land which I have given them, and this house which I have consecrated to my name I will cast out of my sight; and Israel shall be a desolation and a by-word to all nations.

καὶ ἐξαρῶ τὸν ᾿Ισραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται ᾿Ισραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.

8

And this house, which is high, shall be [so that] every one that passes by it shall be amazed, and shall hiss; and they shall say, Wherefore has the Lord done thus to this land, and to this house?

καὶ ὁ οἶκος οὗτος ἔσται ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν· ἕνεκεν τίνος ἐποίησε Κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;

9

And [men] shall say, Because they forsook the Lord their God, who brought out their fathers from Egypt, out of the house of bondage, and they attached themselves to strange gods, and worshipped them, and served them: therefore the Lord has brought this evil upon them. 9α Then Solomon brought up the daughter of Pharaoh out of the city of David into his own house which he built for himself in those days.

α Τότε ἀνήγαγε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ ἐκ πόλεως Δαυὶδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.

10

[During] twenty years in which Solomon was building the two houses, the house of the Lord, and the house of the king,

Εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε Σαλωμὼν τοὺς δύο οἴκους, τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,

11

Chiram king of Tyre helped Solomon with cedar wood, and fir wood, and with gold, and all that he wished for: then the king gave Chiram twenty cities in the land of Galilee.

Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμὼν ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιρὰμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ.

12

So Chiram departed from Tyre, and went into Galilee to see the cities which Solomon gave to him; and they pleased him not. And he said,

καὶ ἐξῆλθε Χιρὰμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμών, καὶ οὐκ ἤρεσαν αὐτῷ·

13

What [are] these cities which thou hast given me, brother? And he called them Boundary until this day.

καὶ εἶπε· τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ; καὶ ἐκάλεσεν αὐτὰς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης.

14

And Chiram brought to Solomon a hundred and twenty talents of gold. [

καὶ ἤνεγκε Χιρὰμ τῷ Σαλωμὼν ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου. [

15

This was the arrangement of the provision which king Solomon fetched to build the house of the Lord, and the house of the king with Melo, and the citadel; to fortify the city of David, and Assur, and Maidan, and the wall of Jerusalem and Eser and Magdo and Gezer

αὕτη ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως σὺν τὴν μελω καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαιδαν καὶ τοῦ τείχους Ἱερουσαλὴμ καὶ τὴν Εσερ καὶ τὴν Μαγδω καὶ τὴν Γεζερ.

16

Pharao king of Egypt had gone up, and seized Gezer, and burned it with fire, and slain the Canaanites that resided in the city, and gave it as a parting gift unto his daughter, the wife of Solomon.

Φαραὼ βασιλέως Αἰγύπτου ἀνέβη καὶ κατελαβετο τὴν Γεζερ καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρὶ καὶ σὺν τὸν Χαναναῖον τὸν καθήμενον ἐν τῇ πόλει ἀπέκτεινεν καὶ ἔδωκεν αὐτὴν ἀποστολὰς τῇ θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων.

17

and Solomon built Gazer and Baethoron the lower

καὶ ᾠκοδόμησεν τὴν Γαζερ καὶ τὴν βαιθωρων τὴν κατωτάτην.

18

and Balath and Thermath in the wilderness, in the land

καὶ τὴν Βαλαθ καὶ τὴν Θερμὰθ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ

19

and all the store-cities that Solomon had, and the cities for his chariots, and all the cities for his horsemen, and that which Solomon desired to build for his pleasure in Jerusalem, and in Lebanon, and in all the land of his dominion so that none of the people should rule over him.

πάσας τὰς πόλεις τῶν σκηνωμάτων αἱ ἦσαν τῷ Σαλωμων καὶ τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν Λιβάνω καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ.

20

All the people that was left of the Amorite and the Chettite, and the Pherezite, and the Chananite, and the Evite, and the Jebusite, and the Gergesite, who were not of the children of Israel,

πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Ἀμορραίου καὶ τοῦ Χετταίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων,

21

their descendants who had been left with him in the land, whom the children of Israel could not utterly destroy; and Solomon made them tributaries until this day.

τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾽ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.

22

But of the children of Israel Solomon made nothing; for they were the warriors, and his servants and rulers, and captains of the third order, and the captains of his chariots, and his horsemen.

καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες αὐτοῦ καὶ τρισσοὶ αὐτοῦ καὶ ἄρχοντες αὐτοῦ τῶν ἁρμάτων καὶ ἱππεῖς αὐτοῦ.

23

These were the chief officers that were over Solomon’s work, five hundred and fifty, who bare rule over the people that wrought in the work.

οὕτοι οἱ ἄρχοντες οἱ ἐστηλωμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων πεντήκοντα καὶ πεντηκόσιοι οἱ ἐπικρατοῦντες ἐν τῷ λαῷ οἱ ποιοῦντες ἐν τῷ ἔργῳ.

24

But Pharaoh’s daughter came up out of the city of David unto her house which Solomon had built for her: then did he build Millo.

πλὴν θυγάτηρ Φαραω ἀνεβῆ ἐκ πόλεως Δαυιδ πρὸς οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτὴ τότε ᾠκοδόμησεν σὺν τὴν Μελω.

25

And three times in a year did Solomon offer up burnt-offerings and peace-offerings upon the altar which he built unto the Lord, burning incense therewith, [upon the altar] that was before the Lord. So he finished building the house.]

καὶ ἀνεβίβασεν Σαλωμων τρεῖς καθόδους ἐν τῷ ἐνιαυτῷ ὁλοκαύτωμα καὶ εἰρηνικὰς ἐπὶ τοῦ θυσιαστηρίου οὗ ᾠκοδόμησεν τῷ Κυρίῳ καὶ ἐθυμία αὐτὸς εἰς πρόσωπον Κυρίου καὶ ἀπήρτισεν συνετέλεσεν τὸν οἶκον.]

26

even that for which king Solomon built a ship in Gasion Gaber near Aelath on the shore of the extremity of the sea in the land of Edom.

καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν ἐν Γασιὼν Γαβὲρ τὴν οὖσαν ἐχομένην Αἰλὰθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ ᾿Εδώμ.

27

And Chiram sent in the ship together with the servants of Solomon servants of his own, mariners to row, men acquainted with the sea.

καὶ ἀπέστειλε Χιρὰμ ἐν τῇ νειὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τῶν παίδων Σαλωμών.

28

And they came to Sophira, and took thence a hundred and twenty talents of gold, and brought them to king Solomon.

καὶ ἦλθον εἰς Σωφηρὰ καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμών.