1 Samuel (1 Kings) 15

1

And Samuel said to Saul, The Lord sent me to anoint thee king over Israel: and now hear the voice of the Lord. 5:

ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου·

2

Thus said the Lord of hosts, Now will I take vengeance for what Amalec did to Israel, when he met him in the way as he came up out of Egypt.

τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν ᾿Αμαλὴκ τῷ ᾿Ισραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·

3

And now go, and thou shalt smite Amalec and Hierim and all that belongs to him, and thou shalt not save anything of him alive, but thou shalt utterly destroy him: and thou shalt devote him and all his to [destruction], and thou shalt spare nothing belonging to him; and thou shalt slay both man and woman, and infant and suckling, and calf and sheep, and camel and ass.

καὶ νῦν πορεύου καὶ πατάξεις τὸν ᾿Αμαλὴκ καὶ ῾Ιερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

4

And Saul summoned the people, and he numbered them in Galgala, four hundred thousand regular troops, and Juda thirty thousand regular troops.

καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν ᾿Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων.

5

And Saul came to the cities of Amalec, and laid wait in the valley.

καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ᾿Αμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.

6

And Saul said to the Kinite, Go, and depart out of the midst of the Amalekites, lest I put thee with them; for thou dealedst mercifully with the children of Israel when they went up out of Egypt. So the Kinite departed from the midst of Amalec.

καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ᾿Αμαληκίτου, μὴ προσθῶ σε μετ᾿ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ᾿Αμαλήκ.

7

And Saul smote Amalec from Evilat to Sur fronting Egypt.

καὶ ἐπάταξε Σαοὺλ τὸν ᾿Αμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου.

8

And he took Agag the king of Amalec alive, and he slew all the people and Hierim with the edge of the sword.

καὶ συνέλαβε τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ ῾Ιερὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.

9

And Saul and all the people saved Agag alive, and the best of the flocks, and of the herds, and of the fruits, of the vineyards, and of all the good things; and they would not destroy them: but every worthless and refuse thing they destroyed.

καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ᾿Αγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν.

10

And the word of the Lord came to Samuel, saying,

Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων·

11

I have repented that I have made Saul to be king: for he has turned back from following me, and has not kept my word. And Samuel was grieved, and cried to the Lord all night.

παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.

12

And Samuel rose early and went to meet Israel in the morning, and it was told Saul, saying, Samuel has come to Carmel, and he has raised up help for himself: and he turned his chariot, and came down to Galgala to Saul; and, behold, he was offering up a whole-burnt-offering to the Lord, the chief of the spoils which he brought out of Amalec.

καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν ᾿Ισραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ ᾿Αμαλήκ.

13

And Samuel came to Saul: and Saul said to him, Blessed [art] thou of the Lord: I have performed all that the Lord said.

καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος.

14

And Samuel said, What then [is] the bleating of this flock in my ears, and the sound of the oxen which I hear?

καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;

15

And Saul said, I have brought them out of Amalec, that which the people preserved, even the best of the sheep, and of the cattle, that it might be sacrificed to the Lord thy God, and the rest have I utterly destroyed.

καὶ εἶπε Σαούλ· ἐξ ᾿Αμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα.

16

And Samuel said to Saul, Stay, and I will tell thee what the Lord has said to me this night: and he said to him, Say on.

καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον.

17

And Samuel said to Saul, Art thou not little in his eyes, [though] a leader of one of the tribes of Israel? and [yet] the Lord anointed thee to be king over Israel.

καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς ᾿Ισραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ.

18

And the Lord sent thee on a journey, and said to thee, Go, and utterly destroy: thou shalt slay the sinners against me, [even] the Amalekites; and thou shalt war against them until thou have consumed them.

καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν ᾿Αμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.

19

And why didst not thou hearken to the voice of the Lord, but didst haste to fasten upon the spoils, and didst that which was evil in the sight of the Lord?

καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;

20

And Saul said to Samuel, Because I listened to the voice of the people: yet I went the way by which the Lord sent me, and I brought Agag the king of Amalec, and I destroyed Amalec.

καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ καὶ τὸν ᾿Αμαλὴκ ἐξωλόθρευσα·

21

But the people took of the spoils the best flocks and herds [out] of that which was destroyed, to sacrifice before the Lord our God in Galgal.

καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις.

22

And Samuel said, Does the Lord take pleasure in whole-burnt-offerings and sacrifices, as in hearing the words of the Lord? behold, obedience [is] better than a good sacrifice, and hearkening than the fat of rams.

καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·

23

For sin is [as] divination; idols bring on pain and grief. Because thou hast rejected the word of the Lord, the Lord also shall reject thee from being king over Israel.

ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ ᾿Ισραήλ.

24

And Saul said to Samuel, I have sinned, in that I have transgressed the word of the Lord and thy direction; for I feared the people, and I hearkened to their voice.

καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν·

25

And now remove, I pray thee, my sin, and turn back with me, and I will worship the Lord thy God.

καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

26

And Samuel said to Saul, I will not turn back with thee, for thou hast rejected the word of the Lord, and the Lord will reject thee from being king over Israel.

καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν ᾿Ισραήλ.

27

And Samuel turned his face to depart, and Saul caught hold of the skirt of his garment, and tore it.

καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό·

28

And Samuel said to him, The Lord has rent thy kingdom from Israel out of thy hand this day, and will give it to thy neighbour who is better than thou.

καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ ᾿Ισραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·

29

And Israel shall be divided to two: and [God] will not turn nor repent, for he is not as a man to repent.

καὶ διαιρεθήσεται ᾿Ισραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός.

30

And Saul said, I have sinned; yet honour me, I pray thee, before the elders of Israel, and before my people; and turn back with me, and I will worship the Lord thy God.

καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων ᾿Ισραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.

31

So Samuel turned back after Saul, and he worshipped the Lord.

καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ.

32

And Samuel said, Bring me Agag the king of Amalec: and Agag came to him trembling; and Agag said Is death thus bitter?

καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν ᾿Αγὰγ τρέμων, καὶ εἶπεν ᾿Αγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος;

33

And Samuel said to Agag, As thy sword has bereaved women of their children, so shall thy mother be made childless among women: and Samuel slew Agag before the Lord in Galgal.

καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Αγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν ᾿Αγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ.

34

And Samuel departed to Armathaim, and Saul went up to his house at Gabaa.

καὶ ἀπῆλθε Σαμουὴλ εἰς ᾿Αρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά.

35

And Samuel did not see Saul again till the day of his death, for Samuel mourned after Saul, and the Lord repented that he had made Saul king over Israel.

καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ ᾿Ισραήλ.