1 Samuel (1 Kings) 21

1

And David arose and departed, and Jonathan went into the city.

ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ ᾿Ιωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.

2

And David comes to Nomba to Abimelech the priest: and Abimelech was amazed at meeting him, and said to him, Why [art] thou alone, and nobody with thee?

καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη ᾿Αβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;

3

And David said to the priest, The king gave me a command to-day, and said to me, Let no one know the matter on which I send thee, and concerning which I have charged thee: and I have charged my servants [to be] in the place that is called, The faithfulness of God, phellani maemoni. And now if there are under thy hand five loaves, give into my hand what is ready.

καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ ᾿Αλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.

4

And the priest answered David, and said, There are no common loaves under my hand, for I have none but holy loaves: if the young men have been kept at least from women, then they shall eat [them].

καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.

5

And David answered the priest, and said to him, Yea, we have been kept from women for three days: when I came forth for the journey all the young men were purified; but this expedition is unclean, wherefore it shall be sanctified this day because of my weapons.

καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.

6

So Abimelech the priest gave him the shewbread; for there were no loaves there, but only the presence loaves which had been removed from the presence of the Lord, in order that hot bread should be set on, on the day on which he took them.

καὶ ἔδωκεν αὐτῷ ᾿Αβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.

7

And there was there on that day one of Saul’s servants detained before the Lord, and his name [was] Doec the Syrian, tending the mules of Saul.

καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ.

8

And David said to Abimelech, See if there is here under thy hand spear or sword, for I have not brought in my hand my sword or my weapons, for the word of the king was urgent.

καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν.

9

And the priest said, Behold the sword of Goliath the Philistine, whom thou smotest in the valley of Ela; and it is wrapped in a cloth: if thou wilt take it, take it for thyself, for there is no other except it here. And David said, Behold, there is none like it; give it me.

καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ᾿Ηλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.

10

And he gave it him; and David arose, and fled in that day from the presence of Saul: and David came to Anchus king of Geth.

καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Αγχοῦς βασιλέα Γέθ.

11

And the servants of Anchus said to him, [Is] not this David the king of the land? Did not the dancing women begin the song to him, saying, Saul has smitten his thousand, and David his ten thousands?

καὶ εἶπον οἱ παῖδες ᾿Αγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;

12

And David laid up the words in his heart, and was greatly afraid of Anchus king of Geth.

καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿Αγχοῦς βασιλέως Γέθ.

13

And he changed his appearance before him, and feigned himself a false character in that day; and drummed upon the doors of the city, and used extravagant gestures with his hands, and fell against the doors of the gate, and his spittle ran down upon his beard.

καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.

14

And Anchus said to his servants, Lo! ye see the man [is] mad: why have ye brought him in to me?

καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με;

15

[Am] I in want of madmen, that ye have brought him in to me to play the madman? He shall not come into the house.

μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.