2 Chronicles 10

1

And Roboam came to Sychem: for all Israel came to Sychem to make him king.

ΚΑΙ ἦλθε Ῥοβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς ᾿Ισραὴλ βασιλεῦσαι αὐτόν.

2

And it came to pass when Jeroboam the son of Nabat heard [it], (now he was in Egypt, forasmuch as he had fled thither from the face of king Solomon, and Jeroboam dwelt in Egypt,) that Jeroboam returned out of Egypt.

καὶ ἐγένετο ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ —καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν ῾Ιεροβοὰμ ἐν Αἰγύπτῳ— καὶ ἀπέστρεψεν ῾Ιεροβοὰμ ἐξ Αἰγύπτου.

3

And they sent and called him: and Jeroboam and all the congregation came to Roboam, saying,

καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν, καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ισραὴλ πρὸς Ῥοβοὰμ λέγοντες·

4

Thy father made our yoke grievous: now then abate [somewhat] of thy father’s grievous rule, and of his heavy yoke which he put upon us, and we will serve thee.

ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι.

5

And he said to them, Go away for three days, and [then] come to me. So the people departed.

καὶ εἶπεν αὐτοῖς· πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με· καὶ ἀπῆλθεν ὁ λαός.

6

And king Roboam assembled the elders that stood before his father Solomon in his life-time, saying, How do ye counsel [me] to return an answer to this people?

καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων· πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;

7

And they spoke to him, saying, If thou wouldest this day befriend this people, and be kind to them, and speak to them good words, then will they be thy servants for ever.

καὶ ἐλάλησαν αὐτῷ λέγοντες· ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.

8

But he forsook the advice of the old men, who took counsel with him, and he took counsel with the young men who had been brought up with him, who stood before him.

καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ’ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.

9

And he said to them, What do ye advise that I should answer this people, who spoke to me, saying, Ease [somewhat] of the yoke which thy father laid upon us?

καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρός με λέγοντες· ἄνες ἀπὸ τοῦ ζυγοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς;

10

And the young men that had been brought up with him spoke to him, saying, Thus shalt thou speak to the people that spoke to thee, saying, Thy father made our yoke heavy, and do thou lighten [somewhat of it] from us; thus shalt thou say, My little finger [shall be] thicker than my father’s loins.

καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ λέγοντες· οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρός σε λέγων· ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφ’ ἡμῶν, οὕτως ἐρεῖς· ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου·

11

And whereas my father chastised you with a heavy yoke, I will also add to your yoke: my father chastised you with whips, and I will chastise you with scorpions.

καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

12

And Jeroboam and all the people came to Roboam on the third day, as the king had spoken, saying, Return to me on the third day.

καὶ ἦλθεν ῾Ιεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων· ἐπιστρέψατε πρός με ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ.

13

And the king answered harshly; and king Roboam forsook the counsel of the old men,

καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων

14

and spoke to them according to the counsel of the young men, saying, My father made your yoke heavy, but I will add to it: my father chastised you with whips, but I will chastise you with scorpions.

καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’ αὐτόν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

15

And the king hearkened not to the people, for there was a change [of their minds] from God, saying, The Lord has confirmed his word, which he spoke by the hand of Achia the Selonite concerning Jeroboam the son of Nabat, and [concerning] all Israel;

καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ λέγων· ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ ᾿Αχιὰ τοῦ Σηλωνίτου περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ

16

for the king did not hearken to them. And the people answered the king, saying, What portion have we in David, or inheritance in the son of Jessae? to thy tents, O Israel: now see to thine own house, David. So all Israel went to their tents.

καὶ παντὸς ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων· τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ ᾿Ιεσσαί; εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς ᾿Ισραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ·

17

But the men of Israel, even those who dwelt in the cities of Juda, [remained] and made Roboam king over them.

καὶ ἄνδρες ᾿Ισραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐβασίλευσεν ἐπ’ αὐτῶν Ῥοβοάμ.

18

And king Roboam sent to them Adoniram that was over the tribute; and the children of Israel stoned him with stones, and he died. And king Roboam hasted to mount [his] chariot, to flee to Jerusalem.

καὶ ἀπέστειλεν ἐπ’ αὐτοὺς Ῥοβοὰμ ὁ βασιλεὺς τὸν ᾿Αδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ ᾿Ισραὴλ λίθοις καὶ ἀπέθανε. καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς ῾Ιερουσαλήμ.

19

So Israel rebelled against the house of David until this day.

καὶ ἠθέτησεν ᾿Ισραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.