2 Chronicles 13
In the eighteenth year of the reign of Jeroboam Abia began to reign over Juda.
ΕΝ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ῾Ιεροβοὰμ ἐβασίλευσεν ᾿Αβιὰ ἐπὶ ᾿Ιούδαν·
He reigned three years in Jerusalem. And his mother’s name [was] Maacha, daughter of Uriel of Gabaon. And there was war between Abia and Jeroboam.
τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Αβιὰ καὶ ἀνὰ μέσον ῾Ιεροβοάμ.
And Abia set the battle in array with an army, with mighty men of war, [even] four hundred thousand mighty men: and Jeroboam set the battle in array against him with eight hundred thousand, [they were] mighty warriors of the host.
καὶ παρετάξατο ᾿Αβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ ῾Ιεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.
And Abia rose up from the mount Somoron, which is in mount Ephraim, and said, Hear ye, Jeroboam, and all Israel:
καὶ ἀνέστη ᾿Αβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ εἶπεν· ἀκούσατε ῾Ιεροβοὰμ καὶ πᾶς ᾿Ισραήλ·
[Is it] not for you to know that the Lord God of Israel has given a king over Israel for ever to David, and to his sons, by a covenant of salt?
οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;
But Jeroboam the [son] of Nabat, the servant of Solomon [the son] of David, is risen up, and has revolted from his master:
καὶ ἀνέστη ῾Ιεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.
and there are gathered to him pestilent men, transgressors, and he has risen up against Roboam the [son] of Solomon, while Roboam was young and fearful in heart, and he withstood him not.
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.
And now ye profess to resist the kingdom of the Lord in the hand of the sons of David; and ye [are] a great multitude, and with you are golden calves, which Jeroboam made you for gods.
καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ’ ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν ῾Ιεροβοὰμ εἰς θεούς.
Did ye not cast out the priests of the Lord, the sons of Aaron, and the Levites, and make to yourselves priests of the people of any [other] land? whoever came to consecrate himself with a calf of the herd and seven rams, he forthwith became a priest to that which is no god.
ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς ᾿Ααρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.
But we have not forsaken the Lord our God, and his priests, the sons of Aaron, and the Levites, minister to the Lord; and in their daily courses
καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ ᾿Ααρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν·
they sacrifice to the Lord whole-burnt-offering, morning and evening, and compound incense, and [set] the shewbread on the pure table; and [there is] the golden candlestick, and the lamps for burning, to light in the evening: for we keep the charge of the Lord God of our fathers; but ye have forsaken him.
θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.
And, behold, the Lord and his priests are with us at our head, and the signal trumpets to sound an alarm over us. Children of Israel, fight not against the Lord God of our fathers; for ye shall not prosper.
καὶ ἰδοὺ μεθ’ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ’ ἡμᾶς. οἱ υἱοὶ τοῦ ᾿Ισραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.
Now Jeroboam had caused an ambush to come round upon him from behind: and he [himself] was before Juda, and the ambush behind.
καὶ ῾Ιεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν ᾿Ιούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.
And Juda looked back, and, behold, the battle [was] against them before and behind: and they cried to the Lord, and the priests sounded with the trumpets.
καὶ ἀπέστρεψεν ᾿Ιούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι·
And the men of Juda shouted: and it came to pass, when the men of Juda shouted, that the Lord smote Jeroboam and Israel before Abia and Juda.
καὶ ἐβόησαν ἄνδρες ᾿Ιούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας ᾿Ιούδα καὶ Κύριος ἐπάταξε τὸν ῾Ιεροβοὰμ καὶ τὸν ᾿Ισραὴλ ἐναντίον ᾿Αβιὰ καὶ ᾿Ιούδα.
And the children of Israel fled from before Juda; and the Lord delivered them into their hands.
καὶ ἔφυγον οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ προσώπου ᾿Ιούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν.
And Abia and his people smote them with a great slaughter: and there fell slain of Israel five hundred thousand mighty men.
καὶ ἐπάταξεν ἐν αὐτοῖς ᾿Αβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ ᾿Ισραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.
So the children of Israel were brought low in that day, and the children of Juda prevailed, because they trusted on the Lord God of their fathers.
καὶ ἐταπεινώθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ιούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.
And Abia pursued after Jeroboam, and he took from him the cities, Baethel and her towns, and Jesyna and her towns, and Ephron and her towns.
καὶ κατεδίωξεν ᾿Αβιὰ ὀπίσω ῾Ιεροβοὰμ καὶ προκατελάβετο παρ’ αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Ισανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Εφρὼν καὶ τὰς κώμας αὐτῆς.
And Jeroboam did not recover strength again all the days of Abia: and the Lord smote him, and he died.
καὶ οὐκ ἔσχεν ἰσχὺν ῾Ιεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας ᾿Αβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε.
But Abia strengthened himself, and took to himself fourteen wives, and he begot twenty-two sons, and sixteen daughters.
καὶ κατίσχυσεν ᾿Αβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.
And the rest of the acts of Abia, and his deeds, and his sayings, are written in the book of the prophet Addo.
καὶ οἱ λοιποὶ λόγοι ᾿Αβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου ᾿Αδδώ.