2 Chronicles 3
And Solomon began to build the house of the Lord in Jerusalem in the mount of Amoria, where the Lord appeared to his father David, in the place which David had prepared in the threshing-floor of Orna the Jebusite.
ΚΑΙ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν ῾Ιερουσαλὴμ ἐν ὄρει τοῦ ᾿Αμωρία, οὗ ὤφθη Κύριος τῷ Δαυὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ᾧ ἡτοίμασε Δαυὶδ ἐν ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου.
And he began to build in the second month, in the fourth year of his reign.
καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.
And thus Solomon began to build the house of God: the length in cubits-- even the first measurement from end to end, was sixty cubits, and the breadth twenty cubits.
καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὗρος πήχεων εἴκοσι.
And the portico in front of the house, its length in front of the breadth of the house [was] twenty cubits, and its height a hundred and twenty cubits: and he gilded it within with pure gold.
καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
And he lined the great house with cedar wood, and gilded it with pure gold, and carved upon it palm-trees and chains.
καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ’ αὐτοῦ φοίνικας καὶ χαλαστά.
And he garnished the house with precious stones for beauty; and he gilded it with gold of the gold from Pharuim.
καὶ ἐκόσμησε τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ ἐχρύσωσε χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουΐμ
And he gilded the house, and its [inner] walls, and the door-posts, and the roofs, and the doors with gold; and he carved cherubs on the walls.
καὶ ἐχρύσωσε τὸν οἶκον καὶ τοὺς τοίχους αὐτοῦ καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψε Χερουβὶμ ἐπὶ τῶν τοίχων.
And he built the holy of holies, its length was according to the front [of the other house], the breadth of the house [was] twenty cubits, and the length twenty cubits: and he gilded [it] with pure gold for cherubs, to [the amount of] six hundred talents.
καὶ ἐποίησε τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ τὸ εὗρος πήχεων εἴκοσι, καὶ ἐχρύσωσεν αὐτὸν χρυσίῳ καθαρῷ εἰς Χερουβὶμ εἰς τάλαντα ἑξακόσια.
And the weight of the nails, [even] the weight of each was fifty shekels of gold: and he gilded the upper chamber with gold.
καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσε χρυσίῳ.
And he made two cherubs in the most holy house, wood-work, and he gilded them with gold.
καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων Χερουβὶμ δύο, ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.
And the wings of the cherubs were twenty cubits in length: and one wing of five cubits touched the wall of the house: and the other wing of five cubits touched the wing of the other cherub.
καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ Χεροὺβ τοῦ ἑτέρου· [
[See Appendix ]
καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου]
And the wings of these cherubs expanded were of the length of twenty cubits: and they stood upon their feet, and their faces were toward the house.
καὶ αἱ πτέρυγες τῶν Χερουβὶμ τούτων διαπεπετασμέναι πήχεων εἴκοσι· καὶ αὐτὰ ἑστηκόκα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.
And he made the vail of blue, and purple, and scarlet, and fine linen, and wove cherubs in it.
καὶ ἐποίησε τὸ καταπέτασμα ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ Χερουβίμ.
Also he made in front of the house two pillars, in height thirty-five cubits, and their chapters of five cubits.
καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριακονταπέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.
And he made chains, [as] in the oracle, and put [them] on the heads of the pillars; and he made a hundred pomegranates, and put them on the chains.
καὶ ἐποίησε σερσερὼθ ἐν τῷ δαβὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων. καὶ ἐποίησε ῥοΐσκους ἑκατὸν καὶ ἐποίησε ροΐσκους ἐπὶ τῶν χαλαστῶν.
And he set up the pillars in front of the temple, one on the right hand and the other on the left: and he called the name of the one on the right hand ’Stability,’ and the name of the one on the left ’Strength.’
καὶ ἔστησε τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν ᾿Ισχύς.