2 Chronicles 9
And the queen of Saba heard [of] the name of Solomon, and she came to Jerusalem with a very large force, to prove Solomon with hard questions, and [she had] camels bearing spices in abundance, and gold, and precious stones: and she came to Solomon, and told him all that was in her mind.
ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ ἦλθε τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος καὶ χρυσίον καὶ λίθον τίμιον καὶ ἦλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα, ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.
And Solomon told her all her words; and there passed not a word from Solomon which he told her not.
καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς καὶ οὐ παρῆλθε λόγος ἀπὸ Σαλωμών, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
And the queen of Saba saw the wisdom of Solomon, and the house which he had built,
καὶ εἶδε βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε,
and the meat of the tables, and the sitting of his servants, and the standing of his ministers, and their raiment; and his cupbearers, and their apparel; and the whole-burnt-offerings which he offered up in the house of the Lord; then she was in ecstasy.
καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
And she said to the king, [It was] a true report which I heard in my land concerning thy words, and concerning thy wisdom.
καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου,
Yet I believed not the reports until I came, and my eyes saw: and, behold, the half of the abundance of thy wisdom was not told me: thou hast exceeded the report which I heard.
καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου, προσέθηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα.
Blessed [are] thy men, blessed [are] these thy servants, who stand before thee continually, and hear thy wisdom.
μακάριοι οἱ ἄνδρες σου, μακάριοι οἱ παῖδες οὗτοι οἱ παρεστηκότες σοι διαπαντὸς καὶ ἀκούοντες τὴν σοφίαν σου·
Blessed be the Lord thy God, who took pleasure in thee, to set thee upon his throne for a king, to the Lord thy God: forasmuch as the Lord thy God loved Israel to establish them for ever, therefore he has set thee over them for a king to execute judgment and justice.
ἔστω Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα Κυρίῳ Θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου τὸν ᾿Ισραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέ σε ἐπ’ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
And she gave the king a hundred and twenty talents of gold, and spices in very great abundance, and precious stones: and there were not [any where else] such spices as those which the queen of Saba gave king Solomon.
καὶ ἔδωκε τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.(
And the servants of Solomon and the servants of Chiram brought gold to Solomon out of Suphir, and pine timber, and precious stones.
καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Χιρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον·
And the king made of the pine timber steps to the house of the Lord, and to the king’s house, and harps and lutes for the singers: and such were not seen before in the land of Juda.
καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ ᾿Ιούδα).
And king Solomon gave to the queen of Saba all that she requested, besides all that she brought to king Solomon: and she returned to her [own] land.
καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς, ἃ ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκε τῷ βασιλεῖ Σαλωμών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.
And the weight of the gold that was brought to Solomon in one year was six hundred and sixty-six talents of gold,
Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξηκονταὲξ τάλαντα χρυσίου,
besides what the men who were regularly appointed and the merchants brought, and all the kings of Arabia and princes of the land: all brought gold and silver to king Solomon.
πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς ᾿Αραβίας καὶ σατραπῶν τῆς γῆς, πάντες ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών.
And king Solomon made two hundred shields of beaten gold: there were six hundred [shekels] of pure gold to one shield.
καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·
And three hundred buckles of beaten gold: [the weight] of three hundred gold shekels went to one buckler: and the king placed them in the house of the forest of Lebanon.
καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην· καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.
And the king made a great throne of ivory, and he gilded it with pure gold.
καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφαντίνων ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
And [there were] six steps to the throne, riveted with gold, and elbows on either side of the seat of the throne, and two lions standing by the elbows:
καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας,
and twelve lions standing there on the six steps on each side. There was not the like in any [other] kingdom.
καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ τῇ βασιλείᾳ.
And all king Solomon’s vessels were of gold, and all the vessels of the house of the forest of Lebanon were covered with gold: silver was not thought anything of in the days of Solomon.
καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν·
For a ship went for the king to Tharsis with the servants of Chiram: once every three years came vessels from Tharsis to the king, laden with gold, and silver, and ivory, and apes.
ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεῖς μετὰ τῶν παίδων Χιράμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεῖς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.
And Solomon exceeded all [other] kings both in riches and wisdom.
καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.
And all the kings of the earth sought the presence of Solomon, to hear his wisdom, which God had put in his heart.
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ, ἧς ἔδωκεν ὁ Θεὸς ἐν καρδίᾳ αὐτοῦ.
And they brought every one his gifts, silver vessels and golden vessels, and raiment, myrrh and spices, horses and mules, a rate every year.
καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ’ ἐνιαυτὸν ἐνιαυτόν.
And Solomon had four thousand mares for chariots, and twelve thousand horsemen; and he put them in the chariot cities, and with the king in Jerusalem.
καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ.
And he rules over all the kings from the river even to the land of the Philistines, and to the borders of Egypt.
καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
And the king made gold and silver in Jerusalem as stones, and cedars as the sycamore trees in the plain for abundance.
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
And Solomon imported horses from Egypt, and from every [other] country.
καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.
And the rest of the acts of Solomon, the first and the last, behold, these are written in the words of Nathan the prophet, and in the words of Achia the Selonite, and in the visions of Joel the seer concerning Jeroboam the son of Nabat.
Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμὼν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων ᾿Αχιὰ τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν ᾿Ιωὴλ τοῦ ὁρῶντος περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ.
And Solomon reigned over all Israel forty years.
καὶ ἐβασίλευσε Σαλωμὼν ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη.
And Solomon fell asleep, and they buried him in the city of David his father: and Roboam his son reigned in his stead.
καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.