2 Esdras (Ezra) 10
So when Esdras [had] prayed, and when he [had] confessed, weeping and praying before the house of God, a very great assembly of Israel came together to him, men and women and youths; for the people wept, and wept aloud.
ΚΑΙ ὡς προσηύξατο ῎Εσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ ᾿Ισραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων.
And Sechenias the son of Jeel, of the sons of Elam, answered and said to Esdras, We have broken covenant with our God, and have taken strange wives of the nations of the land: yet now there is patience [of hope] to Israel concerning this thing.
καὶ ἀπεκρίθη Σεχενίας υἱὸς ᾿Ιεὴλ ἀπὸ υἱῶν ᾿Ηλάμ, καὶ εἶπε τῷ ῎Εσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ ᾿Ισραὴλ ἐπὶ τούτῳ.
Now then let us make a covenant with our God, to put away all the wives, and their offspring, as thou shalt advise: arise, and alarm them with the commands of our God; and let [it] be done according to the law.
καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.
Rise up, for the matter [is] upon thee; and we [are] with thee: be strong and do.
ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ῥῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
Then Esdras arose, and caused the rulers, the priests, and Levites, and all Israel, to swear that they would do according to this word: and they swore.
καὶ ἀνέστη ῎Εσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα ᾿Ισραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο· καὶ ὤμοσαν.
And Esdras rose up from before the house of God, and went to the treasury of Joanan the son of Elisub; he even went thither: he ate no bread, and drank no water; for he mourned over the unfaithfulness [of them] of the captivity.
καὶ ἀνέστη ῎Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον ᾿Ιωανὰν υἱοῦ ᾿Ελισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας.
And they made proclamation throughout Juda and Jerusalem to all the children of the captivity, that they should assemble at Jerusalem, [saying],
καὶ παρήνεγκαν φωνὴν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς ῾Ιερουαλήμ,
Every one who shall not arrive within three days, as [is] the counsel of the rulers and the elders, all his substance shall be forfeited, and he shall be separated from the congregation of the captivity.
πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
So all the men of Juda and Benjamin assembled at Jerusalem within the three days. This [was] the ninth month: on the twentieth day of the month all the people sat down in the street of the house of the Lord, because of their alarm concerning the word, and because of the storm.
Καὶ συνήχθησαν πάντες ἄνδρες ᾿Ιούδα καὶ Βενιαμὶν εἰς ῾Ιερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ρήματος καὶ ἀπὸ τοῦ χειμῶνος.
And Esdras the priest arose, and said to them, Ye have broken covenant, and have taken strange wives, to add to the trespass of Israel.
καὶ ἀνέστη ῎Εσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν ᾿Ισραήλ·
Now therefore give praise to the Lord God of our fathers, and do that which is pleasing in his sight: and separate yourselves from the peoples of the land, and from the strange wives.
καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
Then all the congregation answered and said, This thy word [is] powerful upon us to do it.
καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ρῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι·
But the people [is] numerous, and the season [is] stormy, and there is no power to stand without, and the work is more than enough for one day or for two; for we have greatly sinned in this matter.
ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ρήματι τούτῳ.
Let now our rulers stand, and for all those in our cities who have taken strange wives, let them come at appointed times, and with them elders from every several city, and judges, to turn away the fierce wrath of our God from us concerning this matter.
στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ρήματος τούτου.
Only Jonathan the son of Asael, and Jazias the son of Thecoe [were] with me concerning this; and Mesollam, and Sabbathai the Levite helped them.
πλὴν ᾿Ιωνάθαν υἱὸς ᾿Ασαὴλ καὶ ᾿Ιαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς.
And the children of the captivity did thus: and Esdras the priest, and heads of families according to [their] house were separated, and all by their names, for they returned in the first day of the tenth month to search out the matter.
καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν ῎Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ρῆμα.
And they made an end with all the men who had taken strange wives by the first day of the first month.
καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
And there were found [some] of the sons of the priests who had taken strange wives: of the sons of Jesus the son of Josedec, and his brethren; Maasia, and Eliezer, and Jarib, and Gadalia.
Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν ᾿Ιησοῦ υἱοῦ ᾿Ιωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασία καὶ ᾿Ελιέζερ καὶ ᾿Ιαρὶβ καὶ Γαδαλία,
And they pledged themselves to put away their wives, and [offered] a ram of the flock for a trespass-offering because of their trespass.
καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
And of the sons of Eram; Masael, and Elia, and Samaia, and Jeel, and Ozia.
καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, Μασαὴλ καὶ ᾿Ελία καὶ Σαμαΐα καὶ ᾿Ιεὴλ καὶ ᾿Οζία·
And of the sons of Phasur; Elionai, Maasia, and Ismael, and Nathanael, and Jozabad, and Elasa.
καὶ ἀπὸ υἱῶν Φασούρ, ᾿Ελιωναΐ, Μαασία καὶ ᾿Ισμαὴλ καὶ Ναθαναὴλ καὶ ᾿Ιωζαβὰδ καὶ ᾿Ηλασά·
And of the Levites; Jozabad, and Samu, and Colia (he [is] Colitas,) and Phetheia, and Judas, and Eliezer.
καὶ ἀπὸ τῶν Λευιτῶν, ᾿Ιωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλία (αὐτὸς Κωλίτας) καὶ Φεθεΐα καὶ ᾿Ιόδομ καὶ ᾿Ελιέζερ·
And of the singers; Elisab: and of the porters; Solmen, and Telmen, and Oduth.
καὶ ἀπὸ τῶν ἆδόντων, ᾿Ελισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν καὶ Τελμὴν καὶ ᾿Ωδούθ·
Also of Israel: of the sons of Phoros; Ramia, and Azia, and Melchia, and Meamin, and Eleazar, and Asabia, and Banaia.
καὶ ἀπὸ ᾿Ισραήλ· ἀπὸ υἱῶν Φόρος, Ῥαμία καὶ ᾿Αζία καὶ Μελχία καὶ Μεαμὶν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ασαβία καὶ Βαναία·
And of the sons of Helam; Matthania, and Zacharia, and Jaiel, and Abdia, and Jarimoth, and Elia.
καὶ ἀπὸ υἱῶν ᾿Ηλάμ, Ματθανία καὶ Ζαχαρία καὶ ᾿Ιαϊὴλ καὶ ᾿Αβδία και ᾿Ιαριμὼθ καὶ ᾿Ηλία·
And of the sons of Zathua; Elionai, Elisub, Matthanai, and Armoth, and Zabad, and Oziza.
καὶ ἀπὸ υἱῶν Ζαθούα, ᾿Ελιωναΐ, ᾿Ελισούβ, Ματθαναΐ καὶ ᾿Αρμὼθ καὶ Ζαβὰδ καὶ ᾿Οζιζά·
And of the sons of Babei; Joanan, Anania, and Zabu, and Thali.
καὶ ἀπὸ υἱῶν Βαβεΐ, ᾿Ιωανάν, ᾿Ανανία, καὶ Ζαβοὺ καὶ Θαλί·
And of the sons of Banui; Mosollam, Maluch, Adaia, Jasub, and Saluia, and Remoth.
καὶ ἀπὸ υἱῶν Βανουΐ, Μοσολλάμ, Μαλούχ, ᾿Αδαΐας, ᾿Ιασοὺβ καὶ Σαλουΐα καὶ Ῥημώθ·
And of the sons of Phaath Moab; Edne, and Chalel, and Banaia, Maasia, Matthania, Beseleel, and Banui, and Manasse.
καὶ ἀπὸ υἱῶν Φαὰθ Μωάβ, ᾿Εδνὲ καὶ Χαλὴλ καὶ Βαναία, Μαασία, Ματθανία, Βεσελεὴλ καὶ Βανουΐ καὶ Μανασσῆ·
And of the sons of Eram; Eliezer, Jesia, Melchia, Samaias, Semeon,
καὶ ἀπὸ υἱῶν ᾿Ηράμ, ᾿Ελιέζερ, ᾿Ιεσία, Μελχία, Σαμαΐας, Συμεών,
And of the sons of Asem; Metthania, Matthatha, Zadab, Eliphalet, Jerami, Manasse, Semei.
καὶ ἀπὸ υἱῶν ᾿Ασήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, ᾿Ελιφαλέτ, ῾Ιεραμί, Μανασσῆ, Σεμεΐ·
and [so] did the children of Banui, and the children of Semei,
καὶ ἐποίησαν οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεΐ
Of the sons of Nabu; Jael, Matthanias, Zabad, Zebennas, Jadai, and Joel, and Banaia.
ἀπὸ υἱῶν Ναβού, ᾿Ιαήλ, Ματθανίας, Ζαβάδ, Ζεβεννάς, ᾿Ιαδαὶ καὶ ᾿Ιωὴλ καὶ Βαναία.
All these had taken strange wives, and had begotten sons of them.
πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.