2 Kings (4 Kings) 11

1

And Gotholia the mother of Ochozias saw that her son was dead, and she destroyed all the seed royal.

ΚΑΙ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας.

2

And Josabee daughter of king Joram, sister of Ochozias, took Joas the son of her brother, and stole him from among the king’s sons that were put to death, [secreting] him and his nurse in the bedchamber, and hid him from the face of Gotholia, and he was not slain.

καὶ ἔλαβεν ᾿Ιωσαβεὲ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωρὰμ ἀδελφὴ ᾿Οχοζίου τὸν ᾿Ιωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη.

3

And he remained with her hid in the house of the Lord six years: and Gotholia reigned over the land.

καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς.

4

And in the seventh year Jodae sent and took the captains of hundreds of the Chorri and of the Rhasim, and brought them to him into the house of the Lord, and made a covenant of the Lord with them, and adjured them, and Jodae shewed them the king’s son.

καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ῥασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς ᾿Ιωδαὲ τὸν υἱὸν τοῦ βασιλέως

5

And charged them, saying, This [is] the thing which ye shall do.

καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε·

6

Let a third part of you go in [on] the sabbath-day, and keep ye the watch of the king’s house in the porch; and another third in the gate of the high way, and a third at the gate behind the footmen; and keep ye the guard of the house.

τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου.

7

And there [shall be] two parties among you, even every one that goes out on the Sabbath, and they shall keep the guard of the Lord’s house before the king.

καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα·

8

And do ye compass the king about every man with his weapon in his hand, and he that goes into the ranges shall die: and they shall be with the king in his going out and in his coming in.

καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.

9

And the captains of hundreds did all things that the wise Jodae commanded; and they took each his men, both those that went in on the sabbath-day, and those that went out on the sabbath-day, and went in to Jodae the priest.

καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο ᾿Ιωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς ᾿Ιωδαὲ τὸν ἱερέα.

10

And the priest gave to the captains of hundreds the swords and spears of king David that were in the house of the Lord.

καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου.

11

And the footmen stood each with his weapon in his hand from the right corner of the house to the left corner of the house, [by] the altar and the house round about the king.

καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

12

And he brought forth the king’s son, and put upon him the crown and [gave him] the testimony; and he made him king, and anointed him: and they clapped [their] hands, and said, Long live the king.

καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

13

And Gotholia heard the sound of the people running, and she went in to the people to the house of the Lord.

καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου.

14

And she looked, and, behold, the king stood near a pillar according to the manner; and the singers and the trumpeters were before the king and all the people of the land [even] rejoicing and sounding with trumpets: and Gotholia rent her garments, and cried, A conspiracy, a conspiracy.

καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος.

15

And Jodae the priest commanded the captains of hundreds who were over the host, and said to them, Bring her forth without the ranges, [and] he that goes in after her shall certainly die by the sword. For the priest said, Let her not however be slain in the house of the Lord.

καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ῥομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου.

16

And they laid hands upon her, and went in by the way of the horses’ entrance into the house of the Lord, and she was slain there.

καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.

17

And Jodae made a covenant between the Lord and the king and the people, that they should be the Lord’s people; also between the king and the people.

καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.

18

And all the people of the land went into the house of Baal, and tore it down, and completely broke in pieces his altars and his images, and they slew Mathan the priest of Baal before the altars. And the priest appointed overseers over the house of the Lord.

καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.

19

And he took the captains of the hundreds, and the Chorri, and the Rhasim, and all the people of the land, and brought down the king out of the house of the Lord; and they went in by the way of the gate of the footmen of the king’s house, and seated him there on the throne of the kings.

καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ῥασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.

20

And all the people of the land rejoiced, and the city was at rest: and they slew Gotholia with the sword in the house of the king.

καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.