2 Kings (4 Kings) 25
And it came to pass in the ninth year of his reign, in the tenth month, [that] Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem; and he encamped against it, and built a mound against it.
ΚΑΙ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ῾Ιερουσαλὴμ καὶ παρενέβαλεν ἐπ᾿ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾿ αὐτὴν περίτειχος κύκλῳ.
And the city was besieged until the eleventh year of king Sedekias on the ninth day of the month.
καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου ἐνάτῃ τοῦ μηνὸς
And the famine prevailed in the city, and there was no bread for the people of the land.
καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
And the city was broken up, and all the men of war went forth by night, by the way of the gate between the walls, this is [the gate] of the king’s garden: and the Chaldeans [were set] against the city round about: and [the king] went by the way of the plain.
καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχῶν, αὕτη ἥ ἐστι τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν ῎Αραβα,
And the force of the Chaldeans pursued the king, and overtook him in the plains of Jericho: and all his army was dispersed from about him.
καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν ᾿Αραβὼθ ῾Ιεριχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.
And they took the king, and brought him to the king of Babylon to Reblatha; and he gave judgment upon him.
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά, καὶ ἐλάλησε μετ᾿ αὐτοῦ κρίσιν·
And he slew the sons of Sedekias before his eyes, and put out the eyes of Sedekias, and bound him in fetters, and brought him to Babylon.
καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξε κατ᾿ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα.
And in the fifth month, on the seventh day of the month (this [is] the nineteenth year of Nabuchodonosor king of Babylon), came Nabuzardan, captain of the guard, who stood before the king of Babylon, to Jerusalem.
Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς (αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος) ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.
And he burnt the house of the Lord, and the king’s house, and all the houses of Jerusalem, even every house did the captain of the guard burn.
καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους ῾Ιερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.
And the force of the Chaldeans pulled down the wall of Jerusalem round about.
καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κυκλόθεν κατέσπασεν ἡ δύναμις τῶν Χαλδαίων.
And Nabuzardan the captain of the guard removed the rest of the people that were left in the city, and the men who had deserted to the king of Babylon, and the rest of the multitude.
καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῇρε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος.
But the captain of the guard left of the poor of the land to be vine-dressers and husbandmen.
καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβίν.
And the Chaldeans broke to pieces the brazen pillars that were in the house of the Lord, and the bases, and the brazen sea that was in the house of the Lord, and carried their brass to Babylon.
καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τὰς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι. καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα.
And the caldrons, and the shovels, and the bowls, and the censers, and all the brazen vessels with which they minister, he took.
καὶ τοὺς λέβητας καὶ τὰ ἰαμὶν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε·
And the captain of the guard took the fire-pans, and the gold and silver bowls.
καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος,
Two pillars, and one sea, and the bases which Solomon made for the house of the Lord: there was no weight of the brass of all the vessels.
στύλους δύο καὶ τὴν θάλασσαν μίαν καὶ τὰς μεχωνώθ, ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.
The height of one pillar [was] eighteen cubits, and the chapiter upon it was of brass: and the height of the chapiter was three cubits: the border, and the pomegranates on the chapiter round about were all of brass: and so it was with the second pillar with its border.
ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ᾿ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων, σαβαχὰ καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.
And the captain of the guard took Saraias the high-priest, and Sophonias the second in order, and the three doorkeepers.
καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν
And they took out of the city one eunuch who was commander of the men of war, and five men that saw the face of the king, that were found in the city, and the secretary of the commander-in-chief, who took account of the people of the land, and sixty men of the people of the land that were found in the city.
καὶ ἐκ τῆς πόλεως ἔλαβον εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει.
And Nabuzardan the captain of the guard took them, and brought them to the king of Babylon to Reblatha.
καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος, καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθά.
And the king of Babylon smote them and slew them at Reblatha in the land of Aemath. So Juda was carried away from his land.
καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη ᾿Ιούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.
And [as for] the people that were left in the land of Juda, whom Nabuchodonosor king of Babylon left, even over them he set Godolias son of Achicam son of Saphan.
Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ ᾿Ιούδα, οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾿ αὐτῶν τὸν Γοδολίαν υἱὸν ᾿Αχικὰμ υἱοῦ Σαφάν.
And all the captains of the host, they and their men, heard that the king of Babylon had [thus] appointed Godolias, and they came to Godolias to Massephath, both Ismael the son of Nathanias, and Jona son of Careth, and Saraias, son of Thanamath the Netophathite, and Jezonias son of a Machathite, they and their men.
καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ ᾿Ισμαὴλ υἱὸς Ναθανίου καὶ ᾿Ιωανὰν υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης καὶ ᾿Ιεζονίας υἱὸς τοῦ Μαχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
And Godolias swore to them and their men, and said to them, Fear not the incursion of the Chaldeans; dwell in the land, and serve the king of Babylon, and it shall be well with you.
καὶ ὤμοσε Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
And it came to pass in the seventh month [that] Ismael son of Nathanias son of Helisama, of the seed royal, came, and ten men with him, and he smote Godolias, that he died, [him] and the Jews and the Chaldeans that were with him in Massepha.
καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν ᾿Ισμαὴλ υἱὸς Ναθανίου υἱοῦ ῾Ελισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾿ αὐτοῦ· καὶ ἐπάταξε τὸν Γοδολίαν, καὶ ἀπέθανε, καὶ τοὺς ᾿Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν Μασσηφάθ.
And all the people, great and small rose up, [they] and the captains of the forces, and went into Egypt; because they were afraid of the Chaldeans.
καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.
And it came to pass in the thirty-seventh year of the carrying away of Joachim king of Juda, in the twelfth month, on the twenty-seventh day of the month, [that] Evialmarodec king of Babylon in the [first] year of his reign lifted up the head of Joachim king of Juda, and brought him out of his prison-house.
Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ ᾿Ιωαχὶμ βασιλέως ᾿Ιούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Εὐιαλμαρωδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν ᾿Ιωαχὶμ τοῦ βασιλέως ᾿Ιούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.
And he spoke kindly to him, and set his throne above the thrones of the kings that were with him in Babylon;
καὶ ἐλάλησε μετ᾿ αὐτοῦ ἀγαθὰ καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ ἐν Βαβυλῶνι,
And changed his prison garments: and he ate bread continually before him all the days of his life.
καὶ ἠλλοίωσε τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διαπαντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
And his portion, a continual portion, was given him out of the house of the king, a daily rate for every day all the days of his life.
καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διαπαντὸς ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.