2 Maccabees 13
In the hundred forty and ninth year it was told Judas, that Antiochus Eupator was coming with a great power into Judea,
Τῼ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν ᾿Ιούδαν ᾿Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν ᾿Ιουδαίαν
And with him Lysias his protector, and ruler of his affairs, having either of them a Grecian power of footmen, an hundred and ten thousand, and horsemen five thousand and three hundred, and elephants two and twenty, and three hundred chariots armed with hooks.
καὶ σὺ αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν ῾Ελληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια.
Menelaus also joined himself with them, and with great dissimulation encouraged Antiochus, not for the safeguard of the country, but because he thought to have been made governor.
καὶ Μενέλαος δὲ συνέμειξεν αὐτοῖς καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν ᾿Αντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι.
But the King of kings moved Antiochus’ mind against this wicked wretch, and Lysias informed the king that this man was the cause of all mischief, so that the king commanded to bring him unto Berea, and to put him to death, as the manner is in that place.
ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ ᾿Αντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν.
Now there was in that place a tower of fifty cubits high, full of ashes, and it had a round instrument which on every side hanged down into the ashes.
ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν.
And whosoever was condemned of sacrilege, or had committed any other grievous crime, there did all men thrust him unto death.
ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον.
Such a death it happened that wicked man to die, not having so much as burial in the earth; and that most justly:
τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον, πάνυ δικαίως.
For inasmuch as he had committed many sins about the altar, whose fire and ashes were holy, he received his death in ashes.
ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.
Now the king came with a barbarous and haughty mind to do far worse to the Jews, than had been done in his father’s time.
Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς ᾿Ιουδαίοις.
Which things when Judas perceived, he commanded the multitude to call upon the Lord night and day, that if ever at any other time, he would now also help them, being at the point to be put from their law, from their country, and from the holy temple:
μεταλαβὼν δὲ ᾿Ιούδας ταῦτα παρήγγειλε τῷ πλήθει δι᾿ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλουσι
And that he would not suffer the people, that had even now been but a little refreshed, to be in subjection to the blasphemous nations.
καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσι ὑποχειρίους γενέσθαι.
So when they had all done this together, and besought the merciful Lord with weeping and fasting, and lying flat upon the ground three days long, Judas, having exhorted them, commanded they should be in a readiness.
πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφ᾿ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ ᾿Ιούδας ἐκέλευσε παραγίνεσθαι.
And Judas, being apart with the elders, determined, before the king’s host should enter into Judea, and get the city, to go forth and try the matter in fight by the help of the Lord.
καθ᾿ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο, πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν ᾿Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ.
So when he had committed all to the Creator of the world, and exhorted his soldiers to fight manfully, even unto death, for the laws, the temple, the city, the country, and the commonwealth, he camped by Modin:
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῶ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεΐν τὴν στρατοπεδείαν.
And having given the watchword to them that were about him, Victory is of God; with the most valiant and choice young men he went in into the king’s tent by night, and slew in the camp about four thousand men, and the chiefest of the elephants, with all that were upon him.
δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθεμα «Θεοῦ νίκη», μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῶν κατ᾿ οἰκίαν ὄχλῳ συνέθηκε
And at last they filled the camp with fear and tumult, and departed with good success.
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες·
This was done in the break of the day, because the protection of the Lord did help him.
ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην.
Now when the king had taken a taste of the manliness of the Jews, he went about to take the holds by policy,
῾Ο δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν ᾿Ιουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους.
And marched toward Bethsura, which was a strong hold of the Jews: but he was put to flight, failed, and lost of his men:
καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν ᾿Ιουδαίων προσῆγε καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο·
For Judas had conveyed unto them that were in it such things as were necessary.
τοῖς δὲ ἔνδον ᾿Ιούδας τὰ δέοντα εἰσέπεμψε.
But Rhodocus, who was in the Jews’ host, disclosed the secrets to the enemies; therefore he was sought out, and when they had gotten him, they put him in prison.
προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς ᾿Ιουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ καὶ κατελήφθη καὶ κατεκλείσθη.
The king treated with them in Bethsura the second time, gave his hand, took their’s, departed, fought with Judas, was overcome;
ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει προσέβαλε τοῖς περὶ τὸν ᾿Ιούδαν, ἥττων ἐγένετο,
Heard that Philip, who was left over the affairs in Antioch, was desperately bent, confounded, intreated the Jews, submitted himself, and sware to all equal conditions, agreed with them, and offered sacrifice, honoured the temple, and dealt kindly with the place,
μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν ᾿Αντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς ᾿Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησε
And accepted well of Maccabeus, made him principal governor from Ptolemais unto the Gerrhenians;
καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο. κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γερρηνῶν ῾Ηγεμονίδην.
Came to Ptolemais: the people there were grieved for the covenants; for they stormed, because they would make their covenants void:
ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις.
Lysias went up to the judgment seat, said as much as could be in defence of the cause, persuaded, pacified, made them well affected, returned to Antioch. Thus it went touching the king’s coming and departing.
προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἐπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπράϋνε, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς ᾿Αντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε.