2 Samuel (2 Kings) 16
And David passed on a little way from Ros; and, behold, Siba the servant of Memphibosthe [came] to meet him; and he had a couple of asses laden, and upon them two hundred loaves, and a hundred [bunches of] raisins, and a hundred [cakes of] dates, and bottle of wine.
ΚΑΙ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥοὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου.
And the king said to Siba, What meanest thou by these? and Siba, said, The asses [are] for the household of the king to sit upon, and the loaves and the dates [are] for the young men to eat, and the wine [is] for them that are faint in the wilderness to drink.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβά· τί ταῦτά σοι; καὶ εἶπε Σιβά· τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
And the king said, And where [is] the son of thy master? and Siba said to the king, Behold, he remains in Jerusalem; for he said, To-day shall the house of Israel restore to me the kingdom of my father.
καὶ εἶπεν ὁ βασιλεύς· καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ κάθηται ἐν ῾Ιερουσαλήμ, ὅτι εἶπε· σήμερον ἐπιστρέψουσί μοι οἶκος ᾿Ισραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.
And the king said to Siba, Behold, all Memphibosthe’s property [is] thine. And Siba did obeisance and said, My lord, O king, let me find grace in thine eyes.
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
And king David came to Baurim; and, behold, there came out from thence a man of the family of the house of Saul, and his name [was] Semei the son of Gera. He came forth and cursed as he went,
καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
and cast stones at David, and at all the servants of king David: and all the people and all the mighty men were on the right and left hand of the king.
καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ. καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.
And thus Semei said when he cursed him, Go out, go out, thou bloody man, and man of sin.
καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν· ἔξελθε, ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος·
The Lord has returned upon thee all the blood of the house of Saul, because thou hast reigned in his stead; and the Lord has given the kingdom into the hand of Abessalom thy son: and, behold, thou [art taken] in thy mischief, because thou [art] a bloody man.
ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ ᾿Αβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
And Abessa the son of Saruia said to the king, Why does this dead dog curse my lord the king? let me go over now and take off his head.
καὶ εἶπεν ᾿Αβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
And the king said, What have I to do with you, ye sons of Saruia? even let him alone, and so let him curse, for the Lord has told him to curse David: and who shall say, Why hast thou done thus?
καὶ εἶπεν ὁ βασιλεύς· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;
And David said to Abessa and to all his servants, Behold, my son who came forth out of my bowels seeks my life; still more now may the son of Benjamin: let him curse, because the Lord has told him.
καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ ᾿Ιεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος·
If by any means the Lord may look on my affliction, thus shall he return me good for his cursing this day.
εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.
And David and all the men with him went on the way: and Semei went by the side of the hill next to him, cursing as he went, and casting stones at him, and sprinkling him with dirt.
καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων.
And the king, and all the people with him, came away and refreshed themselves there.
καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετ αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
And Abessalom and all the men of Israel went into Jerusalem, and Achitophel with him.
Καὶ ᾿Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰσῆλθον εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Αχιτόφελ μετ αὐτοῦ.
And it came to pass when Chusi the chief friend of David came to Abessalom, that Chusi said to Abessalom, Let the king live.
καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς ᾿Αβεσσαλώμ, καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· ζήτω ὁ βασιλεύς.
And Abessalom said to Chusi, [Is] this thy kindness to thy friend? why wentest thou not forth with thy friend?
καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς Χουσί· τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;
And Chusi said to Abessalom, Nay, but following whom the Lord, and this people, and all Israel have chosen,-- his will I be, and with him I will dwell.
καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ ᾿Ισραήλ, αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι·
And again, whom shall I serve? should I not in the presence of his son? As I served in the sight of thy father, so will I be in thy presence.
καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.
And Abessalom said to Achitophel, Deliberate among yourselves concerning what we should do.
καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς ᾿Αχιτόφελ· φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν;
And Achitophel said to Abessalom, Go in to thy father’s concubines, whom he left to keep his house; and all Israel shall hear that thou hast dishonoured thy father; and the hands of all that are with thee shall be strengthened.
καὶ εἶπεν ᾿Αχιτόφελ πρὸς ᾿Αβεσσαλώμ· εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς ᾿Ισραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.
And they pitched a tent for Abessalom on the roof, and Abessalom went in to his father’s concubines in the sight of all Israel.
καὶ ἔπηξαν τὴν σκηνὴν τῷ ᾿Αβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν ᾿Αβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ ὀφθαλμοὺς παντὸς ᾿Ισραήλ.
And the counsel of Achitophel, which he counseled in former days, [was] as if one should enquire of the word of God: so [was] all the counsel of Achitophel both to David and also to Abessalom.
καὶ ἡ βουλὴ ᾿Αχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ ᾿Αχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ ᾿Αβεσσαλώμ.