2 Samuel (2 Kings) 20
And there was a transgressor [so] called there, and his name was Sabee, a Benjamite, the son of Bochori: and he blew the trumpet, and said, We have no portion in David, neither have we [any] inheritance in the son of Jessae: to thy tents, O Israel, every one.
ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ ᾿Ιεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ᾿Ιεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ.
And all the men of Israel went up from following David after Sabee the son of Bochori: but the men of Juda adhered to their king, from Jordan even to Jerusalem.
καὶ ἀνέβη πᾶς ἀνὴρ ᾿Ισραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ ᾿Ιούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ᾿Ιορδάνου καὶ ἕως ῾Ιερουσαλήμ.
And David went into his house at Jerusalem: and the king took the ten women his concubines, whom he had left to keep the house, and he put them in a place of custody, and maintained them, and went not in to them; and they were kept living as widows, till the day of their death.
καὶεἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι.
And the king said to Amessai, Call to me the men of Juda for three days, and do thou be present here.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα ᾿Ιούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
And Amessai went to call Juda, and delayed beyond the time which David appointed him.
καὶ ἐπορεύθη ᾿Αμεσσαΐ τοῦ βοῆσαι τὸν ᾿Ιούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ.
And David said to Amessai, Now shall Sabee the son of Bochori do us more harm than Abessalom: now then take thou with thee the servants of thy lord, and follow after him, lest he find for himself strong cities, so will he blind our eyes.
καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ ᾿Αβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
And there went out after him Amessai and the men of Joab, and the Cherethites, and the Phelethites, and all the mighty men: and they went out from Jerusalem to pursue after Sabee the son of Bochori.
καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ᾿Ιωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ ῾Ιερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
And they [were] by the great stone that is in Gabaon: and Amessai went in before them: and Joab had upon him a military cloak over his apparel, and over it he was girded with a dagger fastened upon his loins in its scabbard: and the dagger came out, it even came out and fell.
καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ ᾿Αμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ ᾿Ιωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε.
And Joab said to Amessai, Art thou in health, [my] brother? and the right hand of Joab took hold of the beard of Amessai to kiss him.
καὶ εἶπεν ᾿Ιωὰβ τῷ ᾿Αμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ᾿Ιωὰβ τοῦ πώγωνος ᾿Αμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν.
And Amessai observed not the dagger that was in the hand of Joab: and Joab smote him with it on the loins, and his bowels were shed out upon the ground, and he did not repeat the blow, and he died: and Joab and Abessai his brother pursued after Sabee the son of Bochori.
καὶ ᾿Αμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ᾿Ιωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ᾿Ιωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ ᾿Ιωὰβ καὶ ᾿Αβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί·
And there stood over him one of the servants of Joab, and said, Who [is] he that is for Joab, and who [is] on the side of David following Joab?
καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων ᾿Ιωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος ᾿Ιωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω ᾿Ιωάβ;
And Amessai [was] weltering in blood in the midst of the way. And a man saw that all the people stood still; and he removed Amessai out of the path into a field, and he cast a garment upon him, because he saw every one that came to him standing still.
καὶ ᾿Αμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν ᾿Αμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα·
And when he was quickly removed from the road, every man of Israel passed after Joab to pursue after Sabee the son of Bochori.
ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὀπίσω ᾿Ιωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
And he went through all the tribes of Israel to Abel, and to Bethmacha; and all in Charri too were assembled, and followed after him.
καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ εἰς ᾿Αβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
And they came and besieged him in Abel and Bethmacha: and they raised a mound against the city and it stood close to the wall; and all the people with Joab proposed to throw down the wall.
καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν ᾿Αβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά ᾿Ιωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
And a wise woman cried from the wall, and said, Hear, hear; say, I pray ye, to Joab, Draw near hither, and I will speak to him.
καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς ᾿Ιωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
And he drew nigh to her, and the woman said to him, Art thou Joab? and he said, I [am]. And she said to him, Hear the words of thy handmaid; and Joab said, I do hear.
καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ ᾿Ιωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν ᾿Ιωάβ· ἀκούω ἐγώ εἰμι.
And she spoke, saying, Of old time they said thus, Surely one was asked in Abel, and Dan, whether the faithful in Israel failed in what they purposed; they will surely ask in Abel, even in like manner, whether they have failed.
καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ ᾿Αβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ᾿Ισραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν ᾿Αβέλ, καὶ οὕτως εἰ ἐξέλιπον.
I am a peaceable one of the strong ones in Israel; but thou seekest to destroy a city and a mother city in Israel: why dost thou seek to ruin the inheritance of the Lord?
ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ᾿Ισραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ᾿Ισραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;
And Joab answered and said, Far be it, far be it from me, that I should ruin or destroy.
καὶ ἀπεκρίθη ᾿Ιωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ·
Is not the case thus, that a man of mount Ephraim, Sabee, son of Bochori by name, has even lifted up his hand against king David? Give him only to me, and I will depart from the city. And the woman said to Joab, Behold, his head shall be thrown to thee over the wall.
οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους ᾿Εφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ιωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
And the woman went in to all the people, and she spoke to all the city in her wisdom; and they took off the head of Sabee the son of Bochori; and took it away and threw it to Joab: and he blew the trumpet, and the people separated from the city away from him, every man to his tent: and Joab returned to Jerusalem to the king.
καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς ᾿Ιωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ ᾿Ιωὰβ ἀπέστρεψεν εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα.
And Joab [was] over all he forces of Israel: and Banaias the son of Jodae [was] over the Cherethites and over the Phelethites.
Καὶ ὁ ᾿Ιωὰβ πρὸς πάσῃ τῇ δυνάμει ᾿Ισραήλ, καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί,
And Adoniram [was] over the tribute: and Josaphath the son of Achiluth [was] recorder.
καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺθ ἀναμιμνήσκων,
And Susa [was] scribe: and Sadoc and Abiathar [were] priests.
καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς,