4 Maccabees 12
When he, too, had undergone blessed martyrdom, and died in the caldron into which he had been thrown, the seventh, the youngest of all, came forward:
Ως δὲ καὶ οὗτος μακαρίως ἐναπέθανε καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος.
whom the tyrant pitying, though he had been dreadfully reproached by his brethren,
ὃν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς, ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενον,
seeing him already encompassed with chains, had him brought nearer, and endeavoured to counsel him, saying,
πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων·
Thou seest the end of the madness of thy brethren: for they have died to torture through disobedience; and you, if disobedient, having been miserably tormented, will yourself perish prematurely.
τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασι· σὺ δέ, εἰ μὲν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.
But if you obey, you shall be my friend, and have a charge over the affairs of the kingdom.
πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.
And having thus exhorted him, he sent for the mother of the boy; that, by condoling with her for the loss of so many sons, he might incline her, through the hope of safety, to render the survivor obedient.
καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον.
And he, after his mother had urged him on in the Hebrew tongue, (as we shall soon relate) saith,
ὁ δὲ τῆς μητρὸς τῇ ἑβραΐδι φωνῇ προτρεψαμένης αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον), ἀπολύσατέ με, φησίν·
Release me that I may speak to the king and all his friends.
εἴπω τι τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσι.
And they, rejoicing exceedingly at the promise of the youth, quickly let him go.
καὶ ἐπιχαρέντες ὅ τε βασιλεὺς καὶ οἱ σὺν αὐτῷ μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.
Impious tyrant, and most blasphemous man, wert thou not ashamed, having received prosperity and a kingdom from God, to slay His servants, and to rack the doers of godliness?
ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι;
Wherefore the divine vengeance is reserving thee for eternal fire and torments, which shall cling to thee for all time.
ἀνθ’ ὧν ταμιεύσεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσί σε.
Wert thou not ashamed, man as thou art, yet most savage, to cut out the tongues of men of like feeling and origin, and having thus abused to torture them?
οὐκ ᾐδέσθης ἄνθρωπος ὤν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;
But they, bravely dying, fulfilled their religion towards God.
ἀλλ’ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν Θεὸν εὐσέβειαν,
But thou shalt groan according to thy deserts for having slain without cause the champions of virtue.
σὺ δὲ κακὸς κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτείνας.
And I call upon the God of my fathers to be merciful to my race.
ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεόν, ὅπως ἵλεως γένηται τῷ γένει μου.
Thus having prayed, he hurled himself into the pans; and so expired.
καὶ ταῦτα κατευξάμενος, ἑαυτὸν ἔρριψε κατά τῶν τηγάνων, καὶ οὕτως ἀπέδωκε τὴν ψυχήν.