Baruch 4
This is the book of the commandments of God, and the law that endureth for ever: all they that keep it shall come to life; but such as leave it shall die.
ΑΥΤΗ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωήν, οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. -
Turn thee, O Jacob, and take hold of it: walk in the presence of the light thereof, that thou mayest be illuminated.
᾿Επιστρέφου, ᾿Ιακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
Give not thine honour to another, nor the things that are profitable unto thee to a strange nation.
μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
O Israel, happy are we: for things that are pleasing to God are made known unto us.
μακάριοί ἐσμεν ᾿Ισραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστά ἐστι. -
Ye were sold to the nations, not for your destruction: but because ye moved God to wrath, ye were delivered unto the enemies.
ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν Θεὸν παρεδόθητε τοῖς ὑπεναντίοις·
For ye provoked him that made you by sacrificing unto devils, and not to God.
παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ Θεῷ.
Ye have forgotten the everlasting God, that brought you up; and ye have grieved Jerusalem, that nursed you.
ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς ῾Ιερουσαλήμ·
For when she saw the wrath of God coming upon you, she said, Hearken, O ye that dwell about Sion: God hath brought upon me great mourning;
εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ καὶ εἶπεν· ἀκούσατε, οἱ πάροικοι Σιών, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα·
For I saw the captivity of my sons and daughters, which the Everlasting brought upon them.
εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
With joy did I nourish them; but sent them away with weeping and mourning.
ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.
Let no man rejoice over me, a widow, and forsaken of many, who for the sins of my children am left desolate; because they departed from the law of God.
μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ,
They knew not his statutes, nor walked in the ways of his commandments, nor trod in the paths of discipline in his righteousness.
δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνη αὐτοῦ ἐπέβησαν.
Let them that dwell about Sion come, and remember ye the captivity of my sons and daughters, which the Everlasting hath brought upon them.
ἐλθέτωσαν αἱ πάροικοι Σιών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος·
For he hath brought a nation upon them from far, a shameless nation, and of a strange language, who neither reverenced old man, nor pitied child.
ἐπήγαγε γὰρ ἐπ᾿ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον, οἳ οὐκ ᾐσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν
These have carried away the dear beloved children of the widow, and left her that was alone desolate without daughters.
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.
For he that brought these plagues upon you will deliver you from the hands of your enemies.
ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
Go your way, O my children, go your way: for I am left desolate.
βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελήφθην ἔρημος·
I have put off the clothing of peace, and put upon me the sackcloth of my prayer: I will cry unto the Everlasting in my days.
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου, κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου. -
Be of good cheer, O my children, cry unto the Lord, and he will deliver you from the power and hand of the enemies.
Θαρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸ Θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν.
For my hope is in the Everlasting, that he will save you; and joy is come unto me from the Holy One, because of the mercy which shall soon come unto you from the Everlasting our Saviour.
ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
For I sent you out with mourning and weeping: but God will give you to me again with joy and gladness for ever.
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.
Like as now the neighbours of Sion have seen your captivity: so shall they see shortly your salvation from our God which shall come upon you with great glory, and brightness of the Everlasting.
ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
My children, suffer patiently the wrath that is come upon you from God: for thine enemy hath persecuted thee; but shortly thou shalt see his destruction, and shalt tread upon his neck.
τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
My delicate ones have gone rough ways, and were taken away as a flock caught of the enemies.
οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν. -
Be of good comfort, O my children, and cry unto God: for ye shall be remembered of him that brought these things upon you.
Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
For as it was your mind to go astray from God: so, being returned, seek him ten times more.
ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.
For he that hath brought these plagues upon you shall bring you everlasting joy with your salvation.
ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν. -
Take a good heart, O Jerusalem: for he that gave thee that name will comfort thee.
Θάρσει ῾Ιερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
Miserable are they that afflicted thee, and rejoiced at thy fall.
δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,
Miserable are the cities which thy children served: miserable is she that received thy sons.
δείλαιαι αἱ πόλεις, αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.
For as she rejoiced at thy ruin, and was glad of thy fall: so shall she be grieved for her own desolation.
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
For I will take away the rejoicing of her great multitude, and her pride shall be turned into mourning.
καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος.
For fire shall come upon her from the Everlasting, long to endure; and she shall be inhabited of devils for a great time.
πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. -
O Jerusalem, look about thee toward the east, and behold the joy that cometh unto thee from God.
Περίβλεψον πρὸς ἀνατολάς, ῾Ιερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην.
Lo, thy sons come, whom thou sentest away, they come gathered together from the east to the west by the word of the Holy One, rejoicing in the glory of God.
ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.