Daniel 1
In the third year of the reign of Joakim king of Juda, came Nabuchodonosor king of Babylon to Jerusalem, and besieged it.
ΕΝ ἔτει τρίτῳ τῆς βασιλείας ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν.
And the Lord gave into his hand Joakim king of Juda, and part of the vessels of the house of God: and he brought them into the land of Sennaar to the house of his god; and he brought the vessels into the treasure-house of his god.
καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ Θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ Θεοῦ αὐτοῦ.
And the king told Asphanez his chief eunuch, to bring in [some] of the captive children of Israel, and of the seed of the kingdom, and of the princes;
καὶ εἶπεν ὁ βασιλεὺς τῷ ᾿Ασφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας ᾿Ισραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν
young men in whom was no blemish, and beautiful in appearance, and skilled in all wisdom, and possessing knowledge, and acquainted with prudence, and who had ability to stand in the house before the king, and [the king gave commandment] to teach them the learning and language of the Chaldeans.
νεανίσκους. οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ ἐνώπιον τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.
And the king appointed them a daily portion from the king’s table, and from the wine which he drank; and [gave orders] to nourish them three years, and [that] afterwards they should stand before the king.
καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.
Now these were among them of the children of Juda, Daniel, and Ananias, and Azarias, and Misael.
καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ᾿Ιούδα Δανιὴλ καὶ ᾿Ανανίας καὶ ᾿Αζαρίας καὶ Μισαήλ.
And the chief of the eunuchs gave them names: to Daniel, Baltasar; and to Ananias, Sedrach; and to Misael, Misach; and to Azarias, Abdenago.
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ Δανιὴλ Βαλτάσαρ καὶ τῷ ᾿Ανανίᾳ Σεδρὰχ καὶ τῷ Μισαὴλ Μισὰχ καὶ τῷ ᾿Αζαρίᾳ ᾿Αβδεναγώ.
And Daniel purposed in his heart, that he would not defile himself with the king’s table, nor with the wine of his drink: and he intreated the chief of the eunuchs that he might not defile himself.
καὶ ἔθετο Δανιὴλ εἰς τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ ποτοῦ αὐτοῦ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ.
Now God [had] brought Daniel into favour and compassion with the chief of the eunuchs.
καὶ ἔδωκεν ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.
And the chief of the eunuchs said to Daniel, I fear my lord the king, who has appointed your meat and your drink, lest he see your countenances gloomy in comparison of the young men your equals; also shall ye endanger my head to the king.
καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ.
And Daniel said to Amelsad, whom the chief of the eunuchs had appointed over Daniel, Ananias, Misael, [and] Azarias.
καὶ εἶπε Δανιὴλ πρὸς ᾿Αμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιήλ, ᾿Ανανίαν, Μισαήλ, ᾿Αζαρίαν·
Prove now thy servants ten days; and let them give us pulse, and let us eat, and let us drink water:
πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα καὶ ὕδωρ πιώμεθα·
And let our countenances be seen by thee, and the countenances of the children that eat [at] the king’s table; and deal with thy servants according as thou shalt see.
καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου.
And he hearkened to them, and proved them ten days.
καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
And at the end of the ten days their countenances appeared fairer and stouter in flesh, than the children that fed at the king’s table.
καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.
So Amelsad took away their supper and the wine of their drink, and gave them pulse.
καὶ ἐγένετο ᾿Αμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα.
And [as for] these four children, God gave them understanding and prudence in all learning and wisdom: and Daniel had understanding in all visions and dreams.
καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.
And at the end of the days, [after] which the king had given orders to bring them in, then the chief of the eunuchs brought them in before Nabuchodonosor.
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονόσορ.
And the king spoke with them; and there were not found out of them all any like Daniel, and Ananias and Misael, and Azarias: and they stood before the king.
καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ ᾿Ανανίᾳ καὶ Μισαὴλ καὶ ᾿Αζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
And in every matter of wisdom and knowledge wherein the king questioned them, he found them ten times wiser than all the enchanters and sorcerers that were in all his kingdom.
καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
And Daniel continued till the first year of king Cyrus.
καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.