Deuteronomy 2
And we turned and departed into the wilderness, by the way of the Red Sea, as the Lord spoke to me, and we compassed mount Seir many days.
ΚΑΙ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησε Κύριος πρός με, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς.
Ye have compassed this mount long enough; turn therefore toward the north.
ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν·
And charge the people, saying, Ye are going through the borders of your brethren the children of Esau, who dwell in Seir; and they shall fear you, and dread you greatly.
καὶ τῷ λαῷ ἔντειλαι λέγων· ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν ῾Ησαῦ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα.
Do not engage in war against them, for I will not give you of their land even enough to set your foot upon, for I have given mount Seir to the children of Esau as an inheritance.
μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς ῾Ησαῦ τὸ ὄρος τὸ Σηείρ.
Buy food of them for money and eat, and ye shall receive water of them by measure for money, and drink.
ἀργυρίου βρώματα ἀγοράσατε παρ᾿ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήψεσθε παρ᾿ αὐτῶν ἀργυρίου καὶ πίεσθε·
For the Lord our God has blessed thee in every work of thy hands. Consider how thou wentest through that great and terrible wilderness: behold, the Lord thy God [has been] with thee forty years; thou didst not lack any thing.
ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.
And we passed by our brethren the children of Esau, who dwelt in Seir, by the way of Araba from Aelon and from Gesion Gaber; and we turned and passed by the way of the desert of Moab.
καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς ῾Ησαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν ῎Αραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερκαὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ.
And the Lord said to me, Do not ye quarrel with the Moabites, and do not engage in war with them; for I will not give you of their land for an inheritance, for I have given Aroer to the children of Lot to inherit.
καὶ εἶπε Κύριος πρός με· μὴ ἐχθραίνετετοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν ᾿Αροὴρ κληρονομεῖν. (
Formerly the Ommin dwelt in it, a great and numerous nation and powerful, like the Enakim.
οἱ ᾿Ομμὶν πρότεροι ἐνεκάθηντο ἐπ᾿ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ ᾿Ενακίμ·
These also shall be accounted Raphain like the Enakim; and the Moabites call them Ommin.
Ῥαφαΐν λογισθήσονται καὶ οὗτοι ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς ᾿Ομμίν.
And the Chorrhite dwelt in Seir before, and the sons of Esau destroyed them, and utterly consumed them from before them; and they dwelt in their place, as Israel did to the land of his inheritance, which the Lord gave to them.
καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος τὸ πρότερον, καὶ υἱοὶ ῾Ησαῦ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν, ὃν τρόπον ἐποίησεν ᾿Ισραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς).
Now then, arise ye, [said I], and depart, and cross the valley of Zaret.
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρέτ.
And the days in which we traveled from Cades Barne till we crossed the valley of Zaret, [were] thirty and eight years, until the whole generation of the men of war failed, dying out of the camp, as the Lord God sware to them.
καὶ αἱ ἡμέραι, ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρέτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσε Κύριος ὁ Θεὸς αὐτοῖς·
And the hand of the Lord was upon them to destroy them out of the midst of the camp, until they were consumed.
καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπ᾿ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν.
And it came to pass when all the men of war dying out of the midst of the people had fallen,
καὶ ἐγενήθη ἐπειδὴ ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ,
Thou shalt pass over this day the borders of Moab to Aroer;
σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηεὶρ
and ye shall draw nigh to the children of Amman: do not quarrel with them, nor wage war with them; for I will not give thee of the land of the children of Amman for an inheritance, because I have given it to the children of Lot for an inheritance.
καὶ προσάξετε ἐγγὺς υἱῶν ᾿Αμμάν· μὴ ἐχθραίνετε αὐτοῖς μηδὲ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν ᾿Αμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. (
It shall be accounted a land of Raphain, for the Raphain dwelt there before, and the Ammanites call them Zochommin.
γῆ Ῥαφαΐν λογισθήσεται· καὶ γὰρ ἐπ᾿ αὐτῆς κατῴκουν οἱ Ῥαφαΐν τὸ πρότερον, καὶ οἱ ᾿Αμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζομζομμίν,
A great nation and populous, and mightier than you, as also the Enakim: yet the Lord destroyed them from before them, and they inherited [their land], and they dwelt [there] instead of them until this day.
ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ ᾿Ενακίμ, καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·
As they did to the children of Esau that dwell in Seir, even as they destroyed the Chorrhite from before them, and inherited their country, and dwelt [therein] instead of them until this day.
ὥσπερ ἐποίησαν τοῖς υἱοῖς ῾Ησαῦ κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·
And the Evites who dwell in Asedoth to Gaza, and the Cappadocians who came out of Cappadocia, destroyed them, and dwelt in their room.
καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν ᾿Ασηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾿ αὐτῶν).
Now then arise and depart, and pass over the valley of Arnon: behold, I have delivered into thy hands Seon the king of Esebon the Amorite, and his land: begin to inherit [it]: engage in war with him this day.
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα ᾿Αρνῶν· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.
Begin to put thy terror and thy fear on the face of all the nations under heaven, who shall be troubled when they have heard thy name, and shall be in anguish before thee.
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.
And I sent ambassadors from the wilderness of Kedamoth to Seon king of Esebon with peaceable words, saying,
Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα ᾿Εσεβὼν λόγοις εἰρηνικοῖς λέγων·
I will pass through thy land: I will go by the road, I will not turn aside to the right hand or to the left.
παρελεύσομαι διὰ τῆς γῆς σου, ἐν τῇ ὁδῷ πορεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδ᾿ ἀριστερά·
Thou shalt give me food for money, and I will eat; and thou shalt give me water for money, and I will drink; I will only go through on my feet:
βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί,
as the sons of Esau did to me, who dwelt in Seir, and the Moabites who dwelt in Aroer, until I shall have passed Jordan into the land which the Lord our God gives us.
καθὼς ἐποίησάν μοι οἱ υἱοὶ ῾Ησαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν ᾿Αροήρ, ἕως ἂν παρέλθω τὸν ᾿Ιορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.
And Seon king of Esebon would not that we should pass by him, because the Lord our God hardened his spirit, and made his heart stubborn, that he might be delivered into thy hands, as on this day.
καὶ οὐκ ἠθέλησε Σηὼν βασιλεὺς ᾿Εσεβὼν παρελθεῖν ἡμᾶς δι᾿ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
And the Lord said to me, Behold, I have begun to deliver before thee Seon the king of Esebon the Amorite, and his land, and do thou begin to inherit his land.
καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα ᾿Εσεβὼν τὸν ᾿Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.
And Seon the king of Esebon came forth to meet us, he and all his people to war at Jassa.
καὶ ἐξῆλθε Σηὼν βασιλεὺς ᾿Εσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς ᾿Ιασσά.
And the Lord our God delivered him before our face, and we smote him, and his sons, and all his people.
καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ·
And we took possession of all his cities at that time, and we utterly destroyed every city in succession, and their wives, and their children; we left no living prey.
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·
Only we took the cattle captive, and took the spoil of the cities.
πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν.
From Aroer, which is by the brink of the brook of Arnon, and the city which is in the valley, and as far as the mount of Galaad; there was not a city which escaped us: the Lord our God delivered all of them into our hands.
ἐξ ᾿Αροήρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλαὰδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν·
Only we did not draw near to the children of Amman, even all the parts bordering on the brook Jaboc, and the cities in the mountain country, as the Lord our God charged us.
πλὴν ἐγγὺς υἱῶν ᾿Αμμὰν οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου ᾿Ιαβὸκ καὶ τάς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.