Deuteronomy 23

1

A man shall not take his father’s wife, and shall not uncover his father’s skirt.

ΟΥ λήψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ.

2

He that is fractured or mutilated in his private parts shall not enter into the assembly of the Lord.

Οὐκ εἰσελεύσεται θλαδίας οὐδὲ ἀποκεκομμένος εἰς τὴν ἐκκλησίαν Κυρίου.

3

[One born] of a harlot shall not enter into the assembly of the Lord.

οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου.

4

The Ammanite and Moabite shall not enter into the assembly of the Lord, even until the tenth generation he shall not enter into the assembly of the Lord, even for ever:

οὐκ εἰσελεύσεται ᾿Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου· καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς τὴν ἐκκλησίαν Κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα,

5

because they met you not with bread and water by the way, when ye went out of Egypt; and because they hired against thee Balaam the son of Beor of Mesopotamia to curse thee.

παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε·

6

But the Lord thy God would not hearken to Balaam; and the Lord thy God changed the curses into blessings, because the Lord thy God loved thee.

καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ, καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου.

7

Thou shalt not speak peaceably or profitably to them all thy days for ever.

οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα.

8

Thou shalt not abhor an Edomite, because he is thy brother; thou shalt not abhor an Egyptian, because thou wast a stranger in his land.

οὐ βδελύξῃ ᾿Ιδουμαῖον, ὅτι ἀδελφός σού ἐστιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ·

9

If sons be born to them, in the third generation they shall enter into the assembly of the Lord.

υἱοὶ ἐὰν γεννηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου.

10

And if thou shouldest go forth to engage with thine enemies, then thou shalt keep thee from every wicked thing.

᾿Εὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ.

11

If there should be in thee a man who is not clean by reason of his issue by night, then he shall go forth out of the camp, and he shall not enter into the camp.

ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος, ὃς οὐκ ἔσται καθαρὸς ἐκ ρύσεωςαὐτοῦ νυκτός, καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν·

12

And it shall come to pass toward evening he shall wash his body with water, and when the sun has gone down, he shall go into the camp.

καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν.

13

And thou shalt have a place outside of the camp, and thou shalt go out thither,

καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω·

14

and thou shalt have a trowel on thy girdle; and it shall come to pass when thou wouldest relieve thyself abroad, that thou shalt dig with it, and shalt bring back the earth and cover thy nuisance.

καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου, καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ·

15

Because the Lord thy God walks in thy camp to deliver thee, and to give up thine enemy before thy face; and thy camp shall be holy, and there shall not appear in thee a disgraceful thing and [so] he shall turn away from thee.

ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου, καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ.

16

Thou shalt not deliver a servant to his master, who [coming] from his master attaches himself to thee.

Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ·

17

He shall dwell with thee, he shall dwell among you where he shall please; thou shalt not afflict him.

μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ, οὐ θλίψεις αὐτόν.

18

There shall not be a harlot of the daughters of Israel, and there shall not be a fornicator of the sons of Israel; there shall not be an idolatress of the daughters of Israel, and there shall not be an initiated person of the sons of Israel.

Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων ᾿Ισραήλ, καὶ οὐκ ἔσταιπορνεύων ἀπὸ υἱῶν ᾿Ισραήλ· οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων ᾿Ισραήλ, καὶ οὐκ ἔσται τελεισκόμενος ἀπὸ υἱῶν ᾿Ισραήλ.

19

Thou shalt not bring the hire of a harlot, nor the price of a dog into the house of the Lord thy God, for any vow; because even both are an abomination to the Lord thy God.

οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχήν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστι καὶ ἀμφότερα.

20

Thou shalt not lend to thy brother on usury of silver, or usury of meat, or usury of any thing which thou mayest lend out.

Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς.

21

Thou mayest lend on usury to a stranger, but to thy brother thou shalt not lend on usury; that the Lord thy God may bless thee in all thy works upon the land, into which thou art entering to inherit it.

τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.

22

And if thou wilt vow a vow to the Lord thy God, thou shalt not delay to pay it; for the Lord thy God will surely require it of thee, and [otherwise] it shall be sin in thee.

᾿Εὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία·

23

But if thou shouldest be unwilling to vow, it is not sin in thee.

ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία.

24

Thou shalt observe the words that proceed from between thy lips; and as thou hast vowed a gift to the Lord God, [so] shalt thou do that which thou hast spoken with thy mouth.

τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ σου δόμα, ὃ ἐλάλησας τῷ στόματί σου.

25

And if thou shouldest go into the vineyard of thy neighbour, thou shalt eat grapes sufficient to satisfy thy desire; but thou mayest not put them into a vessel.

᾿Εὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπ᾿ ἀμητὸν τοῦ πλησίον σου.

26

And if thou shouldest go into the corn field of thy neighbour, then thou mayest gather the ears with thy hands; but thou shalt not put the sickle to thy neighbour’s corn.

ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φαγῇ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς.