Deuteronomy 34
And Moses went up from Araboth Moab to the mount of Nabau, to the top of Phasga, which is before Jericho; and the Lord shewed him all the mount of Galaad to Dan, and all the land of Nephthali,
ΚΑΙ ἀνέβη Μωυσῆς ἀπὸ ᾿Αραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἥ ἐστιν ἐπὶ προσώπου ᾿Ιεριχώ. καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν
and all the land of Ephraim and Manasse, and all the land of Juda to the farthest sea;
καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ καὶ πᾶσαν τὴν γῆν ᾿Εφραΐμ καὶ Μανασσῆ καὶ πᾶσαν τὴν γῆν ᾿Ιούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
and the wilderness, and the country round about Jericho, the city of palm-trees, to Segor.
καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ῾Ιεριχώ, πόλιν φοινίκων ἕως Σηγώρ.
And the Lord said to Moses, This [is] the land of which I sware to Abraam, and Isaac, and Jacob, saying, To your seed will I give it: and I have shewed it to thine eyes, but thou shalt not go in thither.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· αὕτη ἡ γῆ, ἣν ὤμοσα τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ λέγων· τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
So Moses the servant of the Lord died in the land of Moab by the word of the Lord.
καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος Κυρίου.
And they buried him in Gai near the house of Phogor; and no one has seen his sepulchre to this day.
καὶ ἔθαψαν αὐτὸν ἐν Γαῖ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
And Moses was a hundred and twenty years old at his death; his eyes were not dimmed, nor were his natural powers destroyed.
Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσιν ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ.
And the children of Israel wept for Moses in Araboth of Moab at Jordan near Jericho thirty days; and the days of the sad mourning for Moses were completed.
καὶ ἔκλαυσαν οἱ υἱοὶ ᾿Ισραὴλ Μωυσῆν ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ τριάκοντα ἡμέρας· καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ.
And Joshua the son of Naue was filled with the spirit of knowledge, for Moses had laid his hands upon him; and the children of Israel hearkened to him; and they did as the Lord commanded Moses.
καὶ ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
And there rose up no more a prophet in Israel like Moses, whom the Lord knew face to face,
καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ᾿Ισραὴλ ὡς Μωυσῆς, ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον,
in all the signs and wonders, which the Lord sent him to work in Egypt on Pharao, and his servants, and all his land;
ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
the great wonders, and the mighty hand which Moses displayed before all Israel.
τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς ᾿Ισραήλ.