Esther 9

1

For in the twelfth month, on the thirteenth day of the month which is Adar, the letters written by the king arrived.

Εν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.

2

In that day the adversaries of the Jews perished: for no one resisted, through fear of them.

ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς ᾿Ιουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.

3

For the chiefs of the satraps, and the princes and the royal scribes, honoured the Jews; for the fear of Mardochaeus lay upon them.

οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς ᾿Ιουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.

4

For the order of the king was in force, that he should be celebrated in all the kingdom.

προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο.

5

And the Jews slew, [and] smote all those that hated them, [with the] stroke of the sword and slaughter and destruction and did according to their will to those that hated them.

καὶ ἐπάταξαν οἱ ᾿Ιουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν.

6

And in the city Susa the Jews slew five hundred men:

καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ ᾿Ιουδαῖοι ἄνδρας πεντακοσίους,

7

both Pharsannes, and Delphon and Phasga,

τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ

8

and Pharadatha, and Barea, and Sarbaca,

καὶ Φαραδαθὰ καὶ Βαρέα καὶ Σαρβακὰ

9

and Marmasima, and Ruphaeus, and Arsaeus, and Zabuthaeus,

καὶ Μαρμασιμὰ καὶ Ῥουφαῖον καὶ ᾿Αρσαῖον καὶ Ζαβουθαῖον,

10

the ten sons of Aman the son of Amadathes the Bugaean, the enemy of the Jews, and they plundered [their property] on the same day:

τοὺς δέκα υἱοὺς ᾿Αμὰν ᾿Αμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν ᾿Ιουδαίων, καὶ διήρπασαν.

11

and the number of them that perished in Susa was rendered to the king.

ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.

12

And the king said to Esther, The Jews have slain five hundred men in the city Susa; and how, thinkest thou, have they used them in the rest of the country? What then dost thou yet ask, that it may be [done] for thee?

εἶπε δὲ ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· ἀπώλεσαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι;

13

And Esther said to the king, let it be granted to the Jews so to treat them tomorrow as to hang the ten sons of Aman.

καὶ εἶπεν ᾿Εσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς ᾿Ιουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς ᾿Αμὰν κρεμάσαι.

14

And he permitted it to be so done; and he gave up to the Jews of the city the bodies of the sons of Aman to hang.

καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς ᾿Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν ᾿Αμὰν κρεμάσαι.

15

And the Jews assembled in Susa on the fourteenth [day] of Adar, and slew three hundred men, but plundered no property.

καὶ συνήχθησαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.

16

And the rest of the Jews who were in the kingdom assembled, and helped one another, and obtained rest from their enemies: for they destroyed fifteen thousand of them on the thirteenth [day] of Adar, but took no spoil.

οἱ δὲ λοιποὶ τῶν ᾿Ιουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ οὐδὲν διήρπασαν.

17

And they rested on the fourteenth of the same month, and kept it as a day of rest with joy and gladness.

καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.

18

And the Jews in the city Susa assembled also on the fourteenth [day] and rested; and they kept also the fifteenth with joy and gladness.

οἱ δὲ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.

19

On this account then [it is that] the Jews dispersed in every foreign land keep the fourteenth of Adar [as] a holy day with joy, sending portions each to his neighbour.

διὰ τοῦτο οὖν οἱ ᾿Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ ᾿Αδὰρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.

20

And Mardochaeus wrote these things in a book, and sent them to the Jews, as many as were in the kingdom of Artaxerxes, both them that were near and them that were afar off,

῎Εγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς ᾿Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ ᾿Αρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,

21

to establish these [as] joyful days, and to keep the fourteenth and fifteenth of Adar;

στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ ᾿Αδὰρ —

22

for on these days the Jews obtained rest from their enemies; and [as to] the month, which was Adar, in which a change was made for them, from mourning to joy, and from sorrow to a good day, to spend the whole of it [in] good days of feasting and gladness, sending portions to their friends, and to the poor.

ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ ᾿Ιουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν— καὶ τὸν μῆνα, ἐν ᾧ ἐστράφη αὐτοῖς (ὃς ἦν ᾿Αδὰρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.

23

And the Jews consented [to this] accordingly as Mardochaeus wrote to them,

καὶ προσεδέξαντο οἱ ᾿Ιουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,

24

[shewing] how Aman the son of Amadathes the Macedonian fought against them, how he made a decree and cast lots to destroy them utterly;

πῶς ᾿Αμὰν ᾿Αμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,

25

also how he went in to the king, telling [him] to hang Mardochaeus: but all the calamities he tried to bring upon the Jews came upon himself, and he was hanged, and his children.

καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς ᾿Ιουδαίους κακά, ἐπ᾿ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ.

26

Therefore these days were called Phrurae, because of the lots; (for in their language they are called Phrurae;) because of the words of this letter, and [because of] all they suffered on this account, and all that happened to them.

διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο,

27

And [Mardochaeus] established it, and the Jews took upon themselves, and upon their seed, and upon those that were joined to them [to observe it], neither would they on any account behave differently: but these days [were to be] a memorial kept in every generation, and city, and family, and province.

καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ ᾿Ιουδαῖοι ἐφ᾿ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ᾿ αὐτῶν, οὐδὲ μὴν ἄλλων χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν.

28

And these days of the Phrurae, [said they,] shall be kept for ever, and their memorial shall not fail in any generation.

αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.

29

And queen Esther, the daughter of Aminadab, and Mardochaeus the Jew, wrote all that they had done, and the confirmation of the letter of Phrurae.

καὶ ἔγραψεν ᾿Εσθὴρ ἡ βασίλισσα θυγάτηρ ᾿Αμιναδὰβ καὶ Μαρδοχαῖος ὁ ᾿Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.

31

And Mardochaeus and Esther the queen appointed [a fast] for themselves privately, even at that time also having formed their plan against their own health.

καὶ Μαρδοχαῖος καὶ ᾿Εσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ᾿ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.

32

And Esther established it by a command for ever, and it was written for a memorial.

καὶ ᾿Εσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.