Exodus 27
And thou shalt make an altar of incorruptible wood, of five cubits in the length, and five cubits in the breadth; the altar shall be square, and the height of it shall be of three cubits.
ΚΑΙ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος, τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ.
And thou shalt make the horns on the four corners; the horns shall be of the same piece, and thou shalt overlay them with brass.
καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα· καὶ καλύψεις αὐτὰ χαλκῷ.
And thou shalt make a rim for the altar; and its covering and its cups, and its flesh-hooks, and its fire-pans, and all its vessels shalt thou make of brass.
καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.
And thou shalt make for it a brazen grate with net-work; and thou shalt make for the grate four brazen rings under the four sides.
καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ὑπὸ τὰ τέσσαρα κλίτη.
And thou shalt put them below under the grate of the altar, and the grate shall extend to the middle of the altar.
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου.
And thou shalt make for the altar staves of incorruptible wood, and thou shalt overlay them with brass.
καὶ ποιήσεις τῷ θυσιαστηρίῳ ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτούς χαλκῷ.
And thou shalt put the staves into the rings; and let the staves be on the sides of the altar to carry it.
καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους, καὶ ἔστωσαν ἀναφορεῖς κατὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό.
Thou shalt make it hollow with boards: according to what was shewed thee in the mount, so thou shalt make it.
κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ τὸ παραδεχθέν σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις αὐτό.
And thou shalt make a court for the tabernacle, curtains of the court of fine linen spun on the south side, the length of a hundred cubits for one side.
Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τό πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης, μῆκος ἑκατὸν πήχεων τῷ ἑνὶ κλίτει·
And their pillars twenty, and twenty brazen sockets for them, and their rings and their clasps of silver.
καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες ἀργυραῖ.
Thus [shall there be] to the side toward the north curtains of a hundred cubits in length; and their pillars twenty, and their sockets twenty of brass, and the rings and the clasps of the pillars, and their sockets overlaid with silver.
οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία, ἑκατὸν πήχεων μῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων, καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ.
And in the breadth of the tabernacle toward the west curtains of fifty cubits, their pillars ten and their sockets ten.
τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.
And in the breadth of the tabernacle toward the south, curtains of fifty cubits; their pillars ten, and their sockets ten.
καὶ εὖρος τῆς αὐλῆς τῆς πρὸς νότον, ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ βάσεις αὐτῶν δέκα.
And the height of the curtains [shall be] of fifty cubits for the one side [of the gate]; their pillars three, and their sockets three.
καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
And [for] the second side the height of the curtains [shall be] of fifteen cubits; their pillars three, and their sockets three.
καὶ τὸ κλίτος τὸ δεύτερον δεκαπέντε πήχεων τῶν ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.
And a veil for the door of the court, the height [of it] of twenty cubits of blue linen, and of purple, and spun scarlet, and of fine linen spun with the art of the embroiderer; their pillars four, and their sockets four.
καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα, εἴκοσι πήχεων τὸ ὕψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.
All the pillars of the court round about overlaid with silver, and their chapiters silver and their brass sockets.
πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
And the length of the court [shall be] a hundred [cubits] on each side, and the breadth fifty on each side, and the height five cubits of fine linen spun, and their sockets of brass.
τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ᾿ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα, καὶ ὕψος πέντε πήχεων, ἐκ βύσσου κεκλωσμένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ.
And all the furniture and all the instruments and the pins of the court [shall be] of brass.
καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.
And do thou charge the children of Israel, and let them take for thee refined pure olive-oil beaten to burn for light, that a lamp may burn continually
Καὶ σὺ σύνταξον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι, ἵνα καίηται λύχνος διαπαντός.
in the tabernacle of the testimony, without the veil that is before the [ark of the] covenant, shall Aaron and his sons burn it from evening until morning, before the Lord: it is a perpetual ordinance throughout your generations of the children of Israel.
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ᾿ ἑσπέρας ἕως πρωΐ ἐναντίον Κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν ᾿Ισραήλ.