Exodus 35

1

And Moses gathered all the congregation of the children of Israel together, and said, These are the words which the Lord has spoken for [you] to do them.

ΚΑΙ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ καὶ εἶπεν· οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς.

2

Six days shalt thou perform works, but on the seventh day [shall be] rest-- a holy sabbath-- a rest for the Lord: every one that does work on it, let him die.

ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγια σάββατα, ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.

3

Ye shall not burn a fire in any of your dwellings on the sabbath-day; I [am] the Lord.

οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος.

4

And Moses spoke to all the congregation of the children of Israel, saying, This [is] the thing which the Lord has appointed you, saying,

Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος λέγων·

5

Take of yourselves an offering for the Lord: every one that engages in his heart shall bring the first-fruits to the Lord; gold, silver, brass,

λάβετε παρ᾿ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν,

6

blue, purple, double scarlet spun, and fine linen spun, and goats’ hair,

ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας

7

and rams’ skins dyed red, and skins [dyed] blue, and incorruptible wood,

καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα.

8

and sardine stones, and stones for engraving for the shoulder-piece and full-length robe.

καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

9

And every man that is wise in heart among you, let him come and work all things whatsoever the Lord has commanded.

καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε Κύριος·

10

The tabernacle, and the cords, and the coverings, and the rings, and the bars, and the posts,

τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ κατακαλύμματα καὶ τά διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους

11

and the ark of the testimony, and its staves, and its propitiatory, and the veil,

καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα

12

and the curtains of the court, and its posts,

καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς

13

and the emerald stones,

καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου

14

and the incense, and the anointing oil,

καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος

15

and the table and all its furniture,

καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς

16

and the candle-stick for the light and all its furniture,

καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς

17

and the altar and all its furniture;

καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ

18

and the holy garments of Aaron the priest, And the garments in which they shall do service;

καὶ τὰς στολὰς τὰς ἁγίας ᾿Ααρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,

19

and the garments of priesthood for the sons of Aaron and the anointing oil, and the compound incense.

καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς ᾿Ααρὼν τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως.

20

And all the congregation of the children of Israel went out from Moses.

καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ἀπὸ Μωυσῆ

21

And they brought, they whose heart prompted them, and they to whomsoever it seemed good in their mind, each an offering: and they brought an offering to the Lord for all the works of the tabernacle of witness, and all its services, and for all the robes of the sanctuary.

καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς, καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.

22

And the men, even every one to whom it seemed good in his heart, brought from the women, [even] brought seals and ear-rings, and finger-rings, and necklaces, and bracelets, every article of gold.

καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ.

23

And all as many as brought ornaments of gold to the Lord, and with whomsoever fine linen was found; and they brought skins [dyed] blue, and rams’ skins dyed red.

καὶ παρ᾿ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.

24

And every one that offered an offering brought silver and brass, the offerings to the Lord; and [they] with whom was found incorruptible wood; and they brought [offerings] for all the works of the preparation.

καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Κυρίῳ, καὶ παρ᾿ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν.

25

And every woman skilled in her heart to spin with her hands, brought spun [articles], the blue, and purple, and scarlet and fine linen.

καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον·

26

And all the women to whom it seemed good in their heart in their wisdom, spun the goats’ hair.

καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας.

27

And the rulers brought the emerald stones, and the stones for setting in the ephod, and the oracle,

καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ τὸ λογεῖον

28

and the compounds both for the anointing oil, and the composition of the incense.

καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.

29

And every man and woman whose mind inclined them to come in and do all the works as many as the Lord appointed them to do by Moses-- [they] the children of Israel brought an offering to the Lord.

καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διά Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἀφαίρεμα Κυρίῳ.

30

And Moses said to the children of Israel, Behold, God has called by name Beseleel the [son] of Urias the [son of] Or, of the tribe of Juda,

Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ· ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν ῎Ωρ, ἐκ τῆς φυλῆς ᾿Ιούδα,

31

and has filled him with a divine spirit of wisdom and understanding, and knowledge of all things,

καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων

32

to labour skillfully in all works of cunning workmanship to form the gold and the silver and the brass,

ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν

33

and to work in stone, and to fashion the wood, and to work in every work of wisdom.

καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·

34

And [God] gave improvement in understanding both to him, and to Eliab the [son] of Achisamach of the tribe of Dan.

καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ τῷ ᾿Ελιὰβ τῷ τοῦ ᾿Αχισαμάχ, ἐκ φυλῆς Δάν.

35

And [God] filled them with wisdom, understanding [and] perception, to understand to work all the works of the sanctuary, and to weave the woven and embroidered work with scarlet and fine linen, to do all work of curious workmanship [and] embroidery.

καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.