Exodus 5
And after this went in Moses and Aaron to Pharao, and they said to him, These things says the Lord God of Israel, Send my people away, that they may keep a feast to me in the wilderness.
ΚΑΙ μετὰ ταῦτα εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν πρὸς Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ.
And Pharao said, Who is he that I should hearken to his voice, so that I should send away the children of Israel? I do not know the Lord, and I will not let Israel go.
καὶ εἶπε Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ; οὐκ οἶδα τὸν Κύριον καὶ τὸν ᾿Ισραὴλ οὐκ ἐξαποστέλλω.
And they say to him, The God of the Hebrews has called us to him: we will go therefore a three days’ journey into the wilderness, that we may sacrifice to the Lord our God, lest at any time death or slaughter happen to us.
καὶ λέγουσιν αὐτῷ· ὁ Θεὸς τῶν ῾Εβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.
And the king of Egypt said to them, Why do ye, Moses and Aaron, turn the people from their works? depart each of you to your works.
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· ἱνατί Μωυσῆ καὶ ᾿Ααρὼν διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ.
And Pharao said, Behold now, the people is very numerous; let us not then give them rest from their work.
καὶ εἶπε Φαραώ· ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός· μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων.
And Pharao gave orders to the task-masters of the people and the accountants, saying,
συνέταξε δὲ Φαραὼ τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραμματεῦσι λέγων·
Ye shall no longer give straw to the people for brick-making as yesterday and the third day; but let them go themselves, and collect straw for themselves.
οὐκέτι προστεθήσεσθε διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ χθὲς καὶ τρίτην ἡμέραν· ἀλλ᾿ αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα.
And thou shalt impose on them daily the rate of brick-making which they perform: thou shalt not abate anything, for they are idle; therefore have they cried, saying, Let us arise and do sacrifice to our God.
καὶ τὴν σύνταξιν τῆς πλινθείας, ἧς αὐτοὶ ποιοῦσι, καθ᾿ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς, οὐκ ἀφελεῖς οὐδέν· σχολάζουσι γάρ· διὰ τοῦτο κεκράγασι λέγοντες· ἐγερθῶμεν καὶ θύσωμεν τῷ Θεῷ ἡμῶν.
Let the works of these men be made grievous, and let them care for these things, and not care for vain words.
βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, καὶ μεριμνάτωσαν ταῦτα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς.
And the taskmasters and the accountants hastened them, and they spoke to the people, saying, thus says Pharao, I [will] give you straw no longer.
κατέσπευδεν δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες· τάδε λέγει Φαραώ· οὐκέτι δίδωμι ὑμῖν ἄχυρα·
Go ye, yourselves, get for yourselves straw whencesoever ye can find it, for nothing is diminished from your rate.
αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα, ὅθεν ἐὰν εὕρητε, οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐδέν.
So the people were dispersed in all the land of Egypt, to gather stubble for straw.
καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ γῇ Αἰγύπτῳ, συναγαγεῖν καλάμην εἰς ἄχυρα·
and the taskmasters hastened them, saying, Fulfil your regular daily tasks, even as when straw was given you.
οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες· συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ᾿ ἡμέραν, καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν.
And the accountants of the race of the children of Israel, who were set over them by the masters of Pharao, were scourged, [[and questioned,]] [men] saying, Why have ye not fulfilled your rates of brick-work as yesterday and the third day, to-day also?
καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν ᾿Ισραήλ, οἱ κατασταθέντες ἐπ᾿ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραώ, λέγοντες· διατί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ χθὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον;
And the accountants of the children of Israel went in and cried to Pharao, saying, Why dost thou act thus to thy servants?
εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν ᾿Ισραὴλ κατεβόησαν πρὸς Φαραὼ λέγοντες· ἱνατί σὺ οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις;
Straw is not given to thy servants, and they tell us to make brick; and behold thy servants have been scourged: thou wilt therefore injure thy people.
ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσι ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου.
And he said to them, Ye are idle, ye are idlers: therefore ye say, Let us go [and] do sacrifice to our God.
καὶ εἶπεν αὐτοῖς· σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε· πορευθῶμεν, θύσωμεν τῷ Θεῷ ἡμῶν.
Now then go and work, for straw shall not be given to you, yet ye shall return the rate of bricks.
νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε.
And the accountants of the children of Israel saw themselves in an evil light, [men] saying, Ye shall not fail to deliver the daily rate of the brick-making.
ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν ᾿Ισραὴλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες· οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ.
And they met Moses and Aaron coming forth to meet them, as they came forth from Pharao.
συνήντησαν δὲ Μωυσῇ καὶ ᾿Ααρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραώ.
And they said to them, The Lord look upon you and judge you, for ye have made our savour abominable before Pharao, and before his servants, to put a sword into his hands to slay us.
καὶ εἶπαν αὐτοῖς· ἴδοι ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ, ἀποκτεῖναι ἡμᾶς.
And Moses turned to the Lord, and said, I pray, Lord, why hast thou afflicted this people? and wherefore hast thou sent me?
ἐπέστρεψε δὲ Μωυσῆς πρὸς Κύριον καὶ εἶπε· δέομαι, Κύριε· τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἱνατί ἀπέσταλκάς με;
For from the time that I went to Pharao to speak in thy name, he has afflicted this people, and thou hast not delivered thy people.
καὶ ἀφ᾿ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου.