Ezekiel 25
Son of man, set thy face steadfastly against the children of Ammon, and prophesy against them;
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ προφήτευσον ἐπ’ αὐτοὺς
and thou shalt say to the children of Ammon, Hear ye the word of the Lord; thus saith the Lord; Forasmuch as ye have rejoiced against my sanctuary, because it was profaned; and against the land of Israel, because it was laid waste; and against the house of Juda, because they went into captivity;
καὶ ἐρεῖς τοῖς υἱοῖς ᾿Αμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ ᾿Ιούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
therefore, behold, I [will] deliver you to the children of Kedem for an inheritance, and they shall lodge in thee with their stuff, and they shall pitch their tents in thee: they shall eat thy fruits, and they shall drink thy milk.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
And I will give up the city of Ammon for camels’ pastures, and the children of Ammon for a pasture of sheep: and ye shall know that I am the Lord.
καὶ δώσω τὴν πόλιν τοῦ ᾿Αμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς ᾿Αμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
For thus saith the Lord; Because thou hast clapped thine hands, and stamped with thy foot, and heartily rejoiced against the land of Israel;
διότι τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ,
therefore I will stretch out my hand against thee, and I will make thee a spoil to the nations; and I will utterly destroy thee from among the peoples, and I will completely cut thee off from out of the countries: and thou shalt know that I am the Lord.
διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. -
Thus saith the Lord; Because Moab has said, Behold, are not the house of Israel and Juda like all the [other] nations?
Τάδε λέγει Κύριος· ἀνθ’ ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος ᾿Ισραὴλ καὶ ᾿Ιούδα,
Therefore, behold, I will weaken the shoulder of Moab from his frontier cities, [even] the choice land, the house of Bethasimuth above the fountain of the city, by the sea-side.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον ᾿Ασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
I have given him the children of Kedem in addition to the children of Ammon for an inheritance, that there may be no remembrance of the children of Ammon.
τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν ᾿Αμμών·
And I will execute vengeance on Moab; and they shall know that I am the Lord.
καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. -
Thus saith the Lord; Because of what the Idumeans have done in taking vengeance on the house of Juda, and [because they] have remembered injuries, and have exacted full recompense;
Τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐποίησεν ἡ ᾿Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον ᾿Ιούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
therefore thus saith the Lord; I will also stretch out my hand upon Idumea, and will utterly destroy out of it man and beast; and will make it desolate; and they that are pursued out of Thaeman shall fall by the sword.
διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν ᾿Ιδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ῥομφαίᾳ πεσοῦνται.
And I will execute my vengeance on Idumea by the hand of my people Israel: and they shall deal in Idumea according to mine anger and according to my wrath, and they shall know my vengeance, saith the Lord.
καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου ᾿Ισραήλ, καὶ ποιήσουσιν ἐν τῇ ᾿Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. -
Therefore thus saith the Lord, Because the Philistines have wrought revengefully, and raised up vengeance rejoicing from their heart to destroy [the Israelites] to a man;
Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ’ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
therefore thus saith the Lord; Behold, I [will] stretch out my hand upon the Philistines, and will utterly destroy the Cretans, and will cut off the remnant that dwell by the sea-coast.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
And I will execute great vengeance upon them; and they shall know that I am the Lord, when I have brought my vengeance upon them.
καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ’ αὐτούς.