Ezekiel 30

1

And the word of the Lord came to me, saying,

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

2

Son of man, prophesy, and say, Thus saith the Lord; Woe, woe [worth] the day!

υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα,

3

For the day of the Lord is nigh, a day of cloud; it shall be the end of the nations.

ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται.

4

And the sword shall come upon the Egyptians, and there shall be tumult in Ethiopia, and in Egypt [men] shall fall down slain together, and her foundations shall fall.

καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς.

5

Persians, and Cretans, and Lydians, and Libyans, and all the mixed multitude, and they of the children of my covenant, shall fall by the sword therein.

Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

6

And the supports of Egypt shall fall; and the pride of her strength shall come down from Magdol to Syene: they shall fall by the sword in it, saith the Lord.

καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

7

And it shall be made desolate in the midst of desolate countries, and their cities shall be [desolate] in the midst of desolate cities:

καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται·

8

and they shall know that I am the Lord, when I shall send fire upon Egypt, and [when] all that help her shall be broken.

καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ’ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.

9

In that day shall messengers go forth hasting to destroy Ethiopia utterly, and there shall be tumult among them in the day of Egypt: for, behold it comes.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. -

10

Thus saith he Lord God; I will also destroy the multitude of the Egyptians by the hand of Nabuchodonosor king of Babylon,

Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος,

11

his [hand] and his people’s; [they are] plagues sent forth from the nations to destroy the land: and they all shall unsheath their swords against Egypt, and the land shall be filled with slain.

αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ’ Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν.

12

And I will make their rivers desolate, and will destroy the land and the fulness of it by the hands of strangers: I the Lord have spoken.

καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. -

13

For thus saith the Lord God; I will also destroy the nobles from Memphis, and the princes of Memphis out of the land of Egypt; and they shall be no more.

῞Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι.

14

And I will destroy the land of Phathore, and will send fire upon Tanis, and will execute vengeance on Diospolis.

καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει

15

And I will pour out my wrath upon Sais the strength of Egypt, and will destroy the multitude of Memphis.

καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως.

16

And I will send fire upon Egypt; and Syene shall be sorely troubled; and there shall be a breaking in Diospolis, and waters shall be poured out.

καὶ δώσω πῦρ ἐπ’ Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα.

17

The youths of Heliopolis and Bubastum shall fall by the sword, and the women shall go into captivity.

νεανίσκοι ῾Ηλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται.

18

And the day shall be darkened in Taphnae, when I have broken there the scepters of Egypt: and the pride of her strength shall perish there: and a cloud shall cover her, and her daughters shall be taken prisoners.

καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται.

19

And I will execute judgment on Egypt; and they shall know that I am the Lord.

καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

20

And it came to pass in the eleventh year, in the first month, on the seventh [day] of the month, the word of the Lord came to me, saying,

Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·

21

Son of man, I have broken the arms of Pharao, king of Egypt; and, behold, it has not been bound up to be healed, to have a plaster put upon it, [or] to be strengthened to lay hold of the sword.

υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ’ αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας.

22

Therefore this saith the Lord God; Behold, I am against Pharao king of Egypt, and I will break his strong and outstretched arms, and will smite down his sword out of his hand.

διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ

23

And I will disperse the Egyptians among the nations, and will utterly scatter them among the countries.

καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας·

24

And I will strengthen the arms of the king of Babylon, and put my sword into his hand: and he shall bring it upon Egypt, and shall take her plunder and seize her spoils.

καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ’ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς.

25

Yea, I will strengthen the arms of the king of Babylon, and the arms of Pharao shall fail: and they shall know that I am the Lord, when I have put my sword into the hands of the king of Babylon, and he shall stretch it out over the land of Egypt.

καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου.

26

And I will disperse the Egyptians among the nations, and utterly scatter them among the countries; and they all shall know that I am the Lord.

καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.