Ezekiel 32

1

And it came to pass in the twelfth year, in the tenth month, on the first [day] of the month, [that] the word of the Lord came to me, saying,

ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·

2

Son of man, take up a lamentation for Pharao king of Egypt, and say to him, Thou art become like a lion of the nations, and as a serpent that is in the sea: and thou didst make assaults with thy rivers, and didst disturb the water with thy feet, and didst trample thy rivers.

υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου.

3

Thus saith the Lord; I will also cast over thee the nets of many nations, and will bring thee up with my hook:

τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου

4

and I will stretch thee upon the earth: the fields shall be covered [with thee], and I will cause all the birds of the sky to settle upon thee, and I will fill [with thee] all the wild beasts of the earth.

καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς,

5

And I will cast thy flesh upon the mountains, and will saturate [them] with thy blood.

καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου,

6

And the land shall be drenched with thy dung, because of thy multitude upon the mountains: I will fill the valleys with thee.

καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ.

7

And I will veil the heavens when thou art extinguished, and will darken the stars thereof; I will cover the sun with a cloud, and the moon shall not give her light.

καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς·

8

All the [bodies] that give light in the sky, shall be darkened over thee, and I will bring darkness upon the earth, saith the Lord God.

πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος.

9

And I will provoke to anger the heart of many people, when I shall lead thee captive among the nations, to a land which thou hast not known.

καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως.

10

And many nations shall mourn over thee, and their kings shall be utterly amazed, when my sword flies in their faces, as they wait for their [own] fall from the day of thy fall.

καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ’ ἡμέρας πτώσεώς σου.

11

For thus saith the Lord God; The sword of the king of Babylon shall come upon thee,

ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι,

12

with the swords of mighty men; and I will cast down thy strength: [they are] all destroying ones from the nations, and they shall destroy the pride of Egypt, and all her strength shall be crushed.

ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς.

13

And I will destroy all her cattle from [beside] the great water; and the foot of man shall not trouble it any more, and the step of cattle shall no more trample it.

καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ’ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό.

14

Thus shall their waters then be at rest, and their rivers shall flow like oil, saith the Lord,

οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος.

15

when I shall give up Egypt to destruction, and the land shall be made desolate with the fullness thereof; when I shall scatter all that dwell in it, and they shall know that I am the Lord.

ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

16

There is a lamentation, and thou shalt utter it; and the daughters of the nations shall utter it, [even] for Egypt, and they shall mourn for it over all the strength thereof, saith the Lord God.

θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ’ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος.

17

And it came to pass in the twelfth year, in the first month, on the fifteenth [day] of the month, the word of the Lord came to me, saying,

καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·

18

Son of man, lament over the strength of Egypt, for the nations shall bring down her daughters dead to the depth of the earth, to them that go down to the pit.

υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον.

19

They shall fall with him in the midst of them [that are] slain with the sword,

ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ’ αὐτοῦ,

20

and all his strength shall perish:

καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ.

21

the giants* also shall say to thee, Be thou in the depth of the pit: to whom art thou superior? yea, go down, and lie with the uncircumcised, in the midst of them [that are] slain with the sword.

καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας.

22

There are Assur and all his company: all [his] slain have been laid there: and their burial is in the depth of the pit, and his company are set around about his tomb: all the slain that fell by the sword,

ἐκεῖ ᾿Ασσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ,

23

who had caused the fear of them [to be] upon the land of the living.

οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.

24

There is Aelam and all his host round about his tomb: all the slain that fell by the sword, and the uncircumcised that go down to the deep of the earth, who caused their fear to be upon the land of the living: and they have received their punishment with them that go down to the pit,

ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον

25

in the midst of the slain.

ἐν μέσῳ τραυματιῶν.

26

There were laid Mosoch, and Thobel, and all his strength round about his tomb: all his slain men, all the uncircumcised, slain with the sword, who caused their fear to be in the land of the living.

ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς.

27

And they are laid with the giants that fell of old, who went down to Hades with [their] weapons of war: and they laid their swords under their heads, but their iniquities were upon their bones, because they terrified all men during their life.

καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ’ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς.

28

And thou shalt lie in the midst of the uncircumcised, with them that have been slain by the sword.

καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ.

29

There are laid the princes of Assur, who yielded their strength to a wound of the sword: these are laid with the slain, with them that go down to the pit.

ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες ᾿Ασσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον.

30

There are the princes of the north, [even] all the captains of Assur, who go down slain [to Hades]: they lie uncircumcised among the slain with the sword together with their terror and their strength, and they have received their punishment with them that go down to the pit.

ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ ᾿Ασσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον.

31

King Pharao shall see them, and shall be comforted over all their force, saith the Lord God.

ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος.

32

For I have caused his fear to be upon the land of the living yet he shall lie in the midst of the uncircumcised with them that are slain with the sword, [even] Pharao, and all his multitude with him, saith the Lord God.

ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος. * Heb. םירִובֹּגִּ (gibbowr’iym) mighty; LXX γιγάντων.