Ezekiel 33

1

And the word of the Lord came to me, saying,

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

2

Son of man, speak to the children of thy people, and thou shalt say to them, On whatsoever land I shall bring a sword, and the people of the land take one man of them, and set him for their watchman:

Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς· γῆ, ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν,

3

and he shall see the sword coming upon the land, and blow the trumpet, and sound an alarm to the people;

καὶ ἴδῃ τὴν ρομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ,

4

and he that hears the sound of the trumpet shall hear [indeed], and [yet] not take heed, and the sword shall come upon him, and overtake him, his blood shall be upon his [own] head.

καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ρομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται·

5

Because he heard the sound of the trumpet, and took no heed, his blood shall be upon him: but the other, because he took heed, has delivered his soul.

ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται, καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.

6

But if the watchman see the sword coming, and do not sound the trumpet, and the people do not watch; and the sword come, and take a soul from among them, that [soul] is taken because of its iniquity; but the blood [thereof] will I require at the watchman’s hand.

καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ρομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.

7

And thou, son of man, I have set thee [as] a watchman to the house of Israel, and thou shalt hear a word from my mouth.

καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ ᾿Ισραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.

8

When I say to the sinner, Thou shalt surely die; [if] thou speak not to warn the wicked from his way, the wicked himself shall die in his iniquity; but his blood will I require at thine hand.

ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.

9

But if thou forewarn the wicked of his way to turn from it, and he turn not from his way, he shall die in his ungodliness; but thou hast delivered thine own soul.

σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σεαυτοῦ ἐξήρησαι. -

10

And thou, son of man, say to the house of Israel; Thus have ye spoken, saying, Our errors, and our iniquities weigh upon us, and we pine away in them, and how then shall we live?

Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· οὕτως ἐλαλήσατε λέγοντες· αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἡμῖν εἰσι καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζηζόμεθα;

11

Say to them, Thus saith the Lord; [As] I live, I desire not the death of the ungodly, as that the ungodly should turn from his way and live: turn ye heartily from your way; for why will ye die, O house of Israel?

εἰπὸν αὐτοῖς· ζῶ ἐγώ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καί ἱνατί ἀποθνήσκετε, οἶκος ᾿Ισραήλ;

12

Say to the children of thy people, The righteousness of the righteous shall not deliver him, in the day wherein he errs: and the iniquity of the ungodly shall not harm him, in the day wherein he turns from his iniquity, but the righteous [erring] shall not be able to deliver himself.

εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι.

13

When I say to the righteous, [Thou shalt live; and] he trusts in his righteousness, and shall commit iniquity, none of his righteousnesses shall be remembered; in his unrighteousness which he has wrought, in it shall he die.

ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ· οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται.

14

And when I say to the ungodly, Thou shalt surely die; and he shall turn from his sin, and do judgment and justice,

καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην

15

and return the pledge, and repay that which he has robbed, [and] walk in the ordinances of life, so as to do no wrong; he shall surely live, and shall not die.

καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτίσει, ἐν προστάγμασι ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ.

16

None of his sins which he has committed shall be remembered: because he has wrought judgment and righteousness; by them shall he live.

πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.

17

Yet the children of thy people will say, The way of the Lord is not straight: whereas this their way is not straight.

καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα.

18

When the righteous turns away from his righteousness, and shall commit iniquities, then shall he die in them.

ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς·

19

And when the sinner turns from his iniquity, and shall do judgment and righteousness, he shall live by them.

καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.

20

And this is that which ye said, The way of the Lord is [not] straight. I will judge you, O house of Israel, every one for his ways.

καὶ τοῦτό ἐστιν, ὃ εἴπατε· οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος ᾿Ισραήλ.

21

And it came to pass in the tenth year of our captivity, in the twelfth month, on the fifth [day] of the month, [that] one that had escaped from Jerusalem came to me, saying, The city is taken.

Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρός με ὁ ἀνασωθεὶς ἀπὸ ῾Ιερουσαλὴμ λέγων· ἑάλω ἡ πόλις.

22

Now the hand of the Lord had come upon me in the evening, before he came; and he opened my mouth, when he came to me in the morning: and my mouth was open, it was no longer kept closed.

καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπ’ ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τὸ πρωΐ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι.

23

And the word of the Lord came to me, saying,

καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων·

24

Son of man, they that inhabit the desolate [places] on the land of Israel say, Abram was one, and he possessed the land: and we are more numerous; to us the land is given for a possession.

υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ ᾿Ισραὴλ λέγουσιν· εἷς ἦν ῾Αβραὰμ καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν.

25

[see Appendix]

διὰ τοῦτο εἰπὸν αὐτοῖς·

26

[see Appendix]

27

Therefore say to them, Thus saith the Lord God, [As] I live, surely they that are in the desolate places shall fall by swords and they that are in the open plain shall be given for food to the wild beasts of the field, and them that are in the fortified [cities] and them that are in the caves I will slay with pestilence.

τάδε λέγει Κύριος Κύριος· ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ.

28

And I will make the land desert, and the pride of her strength shall perish; and the mountains of Israel shall be made desolate by reason of no man passing through.

καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ ᾿Ισραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.

29

And they shall know that I am the Lord; and I will make their land desert, and it shall be made desolate because of all their abominations which they have wrought.

καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν.

30

And [as for] thee, son of man, the children of thy people are they that speak concerning thee by the walls, and in the porches of the houses, and they talk one to another, saying, Let us come together, and let us hear the [words] that proceed from the Lord.

καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες· συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου,

31

They approach thee as a people comes together, and sit before thee, and hear thy words, but they will not do them: for [there is] falsehood in their mouth, and their heart [goes] after their pollutions.

ἔρχονται πρός σε, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσι τὰ ρήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν.

32

And thou art to them as a sound of a sweet, well-tuned psaltery, and they will hear thy words, but they will not do them.

καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ρήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.

33

But whenever it shall come [to pass], they will say, Behold, it is come: and they shall know that there was a prophet in the midst of them.

καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν· ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.