Ezekiel 35
Son of man, set thy face against mount Seir, and prophesy against it,
υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ’ ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ
and say to it, Thus saith the Lord God; Behold, I am against thee, O mount Seir, and I will stretch out my hand against thee, and will make thee a waste, and thou shalt be made desolate.
καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ,
And I will cause desolation in thy cities, and thou shalt be desolate, and thou shalt know that I am the Lord.
καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος,
Because thou hast been a perpetual enemy, and hast laid wait craftily for the house of Israel, with the hand of enemies with a sword, in the time of injustice, at the last:
ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ ᾿Ισραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ’ ἐσχάτῳ,
Therefore, as I live, saith the Lord God, verily thou hast sinned even to blood, therefore blood shall pursue thee.
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
And I will make mount Seir a waste, and desolate, and I will destroy from off it men and cattle:
καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ’ αὐτοῦ ἀνθρώπους καὶ κτήνη
and I will fill thy hills and thy valleys with slain men, and in all thy plains there shall fall in thee men slain with the sword.
καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
I will make thee a perpetual desolation, and thy cities shall not be inhabited any more: and thou shalt know that I am the Lord.
ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
Because thou saidst, The two nations and the two countries shall be mine, and I shall inherit them; whereas the Lord is there:
διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι,
therefore, [as] I live, saith the Lord, I will even deal with thee according to thine enmity, and I will be made known to thee when I shall judge thee:
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε,
and thou shalt know that I am the Lord. I have heard the voice of thy blasphemies, whereas thou hast said, The desert mountains of Israel are given to us for food;
καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη ᾿Ισραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
and thou hast spoken swelling words against me with thy mouth: I have heard [them].
καὶ ἐμεγαλορρημόνησας ἐπ’ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
Thus saith the Lord; When all the earth is rejoicing, I will make thee desert.
τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε,
Thou shalt be desert, O mount Seir, and all Idumea; and it shall be utterly consumed: and thou shalt know that I am the Lord their God.
ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ ᾿Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.