Ezekiel 39
And thou, son of man, prophesy against Gog, and say, Thus saith the Lord; Behold, I am against thee, O Gog, Rhos prince of Mesoch and Thobel:
ΚΑΙ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ Γὼγ καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ῥώς, Μοσὸχ καὶ Θοβὲλ
and I will assemble thee, and guide thee, and raise thee up on the extremity of the north, and I will bring thee up upon the mountains of Israel.
καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβῶ σε ἐπ’ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τὰ ᾿Ισραήλ.
And I will destroy the bow out of thy left hand, and thine arrows out of thy right hand, and I will cast thee down on the mountains of Israel;
καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε
and thou and all that belong to thee shall fall, and the nations that are with thee shall be given to multitudes of birds, [even] to every fowl, and I have given thee to all the wild beasts of the field to be devoured.
ἐπὶ τὰ ὄρη ᾿Ισραήλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι.
Thou shalt fall on the face of the field: for I have spoken [it], saith the Lord.
ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
And I will send a fire upon Gog, and the islands shall be securely inhabited: and they shall know that I am the Lord.
καὶ ἀποστελῶ πῦρ ἐπὶ Γώγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπ’ εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
And my holy name shall be known in the midst of my people Israel; and my holy name shall no more be profaned: and the nations shall know that I am the Lord, the Holy [One] in Israel.
καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου ᾿Ισραήλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν ᾿Ισραήλ.
Behold it is come, and thou shalt know that it shall be, saith the Lord God; this is the day concerning which I have spoken.
ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα.
And they that inhabit the cities of Israel shall come forth, and make a fire with the arms, the shields and the spears, and bows and arrows, and hand-staves, and lances, and they shall keep fire burning with them for seven years:
καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις ᾿Ισραὴλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασι καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη.
and they shall not take any wood out of the field, neither shall they cut any out of the forests, but they shall burn the weapons with fire: and they shall plunder those that plundered them, and spoil those that spoiled them, saith the Lord.
καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ’ ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτούς, λέγει Κύριος.
And it shall come to pass [that] in that day I will give to Gog a place of renown, a tomb in Israel, the burial-place of them that approach the sea: and they shall build round about the outlet of the valley, and there they shall bury Gog and all his multitude: and [the place] shall then be called the burial-place of Gog.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστόν, μνημεῖον ἐν ᾿Ισραήλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος.
And the house of Israel shall bury them, that the land may be cleansed in the space of seven months.
καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται Τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.
Yea, all the people of the land shall bury them; and it shall be to them a [place] of renown in the day wherein it was glorified, saith the Lord.
καὶ κατορύξουσιν αὐτοὺς οἶκος ᾿Ισραήλ, ἵνα καθαρισθῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος.
And they shall appoint men continually to go over the land, to bury them that have been left on the face of the earth, to cleanse it after the space of seven months, and they shall seek [them] out.
καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσι.
And every one that goes through the land, and sees a man’s bone, shall set up a mark by it, until the buriers shall have buried it in the valley, the burial place of Gog.
καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου οἰκοδομήσει παρ’ αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ·
For the name of the city [shall be] Burial-place: so shall the land be cleansed.
καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ.
And thou, son of man, say, Thus saith the Lord; Say to every winged bird, and to all the wild beasts of the field, Gather yourselves, and come; gather yourselves from all [places] round about to my sacrifice, which I have made for you, [even] a great sacrifice on the mountains of Israel, and ye shall eat flesh, and drink blood.
καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπόν· τάδε λέγει Κύριος· εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου· συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμῖν, θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη ᾿Ισραήλ, καὶ φάγεσθε κρέα καὶ πίεσθε αἷμα.
Ye shall eat the flesh of mighty men, and ye shall drink the blood of princes of the earth, rams, and calves and goats, and they are all fatted calves.
κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.
And ye shall eat fat till ye are full, and shall drink wine till ye are drunken, of my sacrifice which I have prepared for you.
καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν.
And ye shall be filled at my table, [eating] horse, and rider, and mighty man, and every warrior, saith the Lord.
καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει Κύριος.
And I will set my glory among you, and all the nations shall see my judgment which I have wrought, and my hand which I have brought upon them.
καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ’ αὐτούς.
And the house of Israel shall know that I am the Lord their God, from this day and onwards.
καὶ γνώσονται οἶκος ᾿Ισραὴλ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.
And all the nations shall know that the house of Israel were led captive because of their sins, because they rebelled against me, and I turned away my face from them, and delivered them into the hands of their enemies, and they all fell by the sword.
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος ᾿Ισραήλ, ἀνθ’ ὧν ἠθέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.
According to their uncleannesses and according to their transgressions did I deal with them, and I turned away my face from them.
κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν.
Therefore thus saith the Lord God, Now will I turn back captivity in Jacob, and will have mercy on the house of Israel, and will be jealous for the sake of my holy name.
διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν ᾿Ιακὼβ καὶ ἐλεήσω τὸν οἶκον ᾿Ισραὴλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.
And they shall bear their reproach, and the iniquity which they committed when they dwelt upon their land in peace. Yet there shall be none to terrify [them]
καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ’ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν.
when I have brought them back from the nations, and gathered them out of the countries of the nations: and I will be sanctified among them in the presence of the nations.
ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν,
And they shall know that I am the Lord their God, when I have been manifested to them among the nations.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι.
And I will no more turn away my face from them, because I have poured out my wrath upon the house of Israel, saith the Lord God.
καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, ἀνθ’ οὗ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον ᾿Ισραήλ, λέγει Κύριος Κύριος.