Genesis 14

1

AND it came to pass in the reign of Amarphal king of Sennaar, and Arioch king of Ellasar, that Chodollogomor king of Elam, and Thargal king of nations,

ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ ᾿Αμαρφὰλ βασιλέως Σενναάρ, καὶ ᾿Αριὼχ βασιλέως ᾿Ελλασάρ, Χοδολλογομὸρ βασιλεὺς ᾿Ελὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν

2

made war with Balla king of Sodom, and with Barsa king of Gomorrha, and with Sennaar, king of Adama, and with Symobor king of Seboim and the king of Balac, this is Segor.

ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως ᾿Αδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλὰκ (αὕτη ἐστὶ Σηγώρ).

3

All these met with one consent at the salt valley; this is [now] the sea of salt.

πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν).

4

Twelve years they served Chodollogomor, and the thirteenth year they revolted.

δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.

5

And in the fourteenth year came Chodollogomor, and the kings with him, and cut to pieces the giants in Astaroth, and Carnain, and strong nations with them, and the Ommaeans in the city Save.

ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν ᾿Ασταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ᾿Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει

6

And the Chorrhaeans in the mountains of Seir, to the turpentine tree of Pharan, which is in the desert.

καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.

7

And having turned back they came to the well of judgment; this is Cades, and they cut in pieces all the princes of Amalec, and the Amorites dwelling in Asasonthamar.

καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας ᾿Αμαλὴκ καὶ τοὺς ᾿Αμορραίους τοὺς κατοικοῦντας ἐν ᾿Ασασονθαμάρ.

8

And the king of Sodom went out, and the king of Gomorrha, and king of Adama, and king of Seboim, and king of Balac, this is Segor, and they set themselves in array against them for war in the salt valley,

ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς ᾿Αδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,

9

against Chodollogomor king of Elam, and Thargal king of nations, and Amarphal king of Sennaar, and Arioch king of Ellasar, the four kings against the five.

πρὸς Χοδολλογομὸρ βασιλέα ᾿Ελὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ ᾿Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ ᾿Αριὼχ βασιλέα ᾿Ελλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.

10

Now the salt valley [consists of] slime-pits. And the king of Sodom fled and the king of Gomorrha, and they fell in there: and they that were left fled to the mountain country.

ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.

11

And they took all the cavalry of Sodom and Gomorrha, and all their provisions, and departed.

ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.

12

And they took also Lot the son of Abram's brother, and his baggage, and departed, for he dwelt in Sodom.

ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ῞Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.

13

And one of them that had been rescued came and told Abram the Hebrew; and he dwelt by the oak of Mamre the Amorite the brother of Eschol, and the brother of Aunan, who were confederates with Abram.

Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ῞Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ ᾿Αμορραίου τοῦ ἀδελφοῦ ᾿Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ῞Αβραμ.

14

And Abram having heard that Lot his nephew had been taken captive, numbered his own home-born [servants] three hundred and eighteen, and pursued after them to Dan.

ἀκούσας δὲ ῞Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.

15

And he came upon them by night, he and his servants, and he smote them and pursued them as far as Choba, which is on the left of Damascus.

καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.

16

And he recovered all the cavalry of Sodom, and he recovered Lot his nephew, and all his possessions, and the women and the people.

καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.

17

And the king of Sodom went out to meet him, after he returned from the slaughter of Chodollogomor, and the kings with him, to the valley of Saby; this was the plain of the kings.

᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβὺ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).

18

And Melchisedec king of Salem brought forth loaves and wine, and he was the priest of the most high God.

καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

19

And he blessed Abram, and said, Blessed be Abram of the most high God, who made heaven and earth,

καὶ εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπεν· εὐλογημένος ῞Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.

20

and blessed be the most high God who delivered thine enemies into thy power. And Abram gave him the tithe of all.

καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ῞Αβραμ δεκάτην ἀπὸ πάντων.

21

And the king of Sodom said to Abram, Give me the men, and take the horses to thyself.

εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ῞Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.

22

And Abram said to the king of Sodom, I will stretch out my hand to the Lord the most high God, who made the heaven and the earth,

εἶπε δὲ ῞Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,

23

[that] I will not take from all thy goods from a string to a shoe-latchet, lest thou shouldest say, I have made Abram rich.

εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ·

24

Except what things the young men have eaten, and the portion of the men that went with me, Eschol, Aunan, Mambre, these shall take a portion.

πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, ᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.