Genesis 18

1

AND God appeared to him by the oak of Mambre, as he sat by the door of his tent at noon.

ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

2

And he lifted up his eyes and beheld, and lo! three men stood before him; and having seen them he ran to meet them from the door of his tent, and did obeisance to the ground.

ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.

3

And he said, Lord, if indeed I have found grace in thy sight, pass not by thy servant.

καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·

4

Let water now be brought, and let them wash your feet, and do ye refresh [yourselves] under the tree.

ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον·

5

And I will bring bread, and ye shall eat, and after this ye shall depart on your journey, on account of which [refreshment] ye have turned aside to your servant. And he said, So do, as thou hast said.

καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας.

6

And Abraam hasted to the tent to Sarrha, and said to her, Hasten, and knead three measures of fine flour, and make cakes.

καὶ ἔσπευσεν ῾Αβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.

7

And Abraam ran to the kine, and took a young calf, tender and good, and gave it to his servant, and he hasted to dress it.

καὶ εἰς τὰς βόας ἔδραμεν ῾Αβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.

8

And he took butter and milk, and the calf which he had dressed; and he set them before them, and they did eat, and he stood by them under the tree.

ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

9

And he said to him, Where is Sarrha thy wife? And he answered and said, Behold! in the tent.

Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάρρα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ.

10

And he said, I will return and come to thee according to this period seasonably, and Sarrha thy wife shall have a son; and Sarrha heard at the door of the tent, being behind him.

εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.

11

And Abraam and Sarrha were old, advanced in days, and the custom of women ceased with Sarrha.

῾Αβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.

12

And Sarrha laughed in herself, saying, The thing has not as yet happened to me, even until now, and my lord is old.

ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.

13

And the Lord said to Abraam, Why is it that Sarrha has laughed in herself, saying, Shall I then indeed bear? but I am grown old.

καὶ εἶπε Κύριος πρὸς ῾Αβραάμ· τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.

14

Shall anything be impossible with the Lord? At this time I will return to thee seasonably, and Sarrha shall have a son.

μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

15

But Sarrha denied, saying, I did not laugh, for she was afraid. And he said to her, Nay, but thou didst laugh.

ἠρνήσατο δὲ Σάρρα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας.

16

And the men having risen up from thence looked towards Sodom and Gomorrha. And Abraam went with them, attending them on their journey.

᾿Εξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας. ῾Αβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς.

17

And the Lord said, Shall I hide from Abraam my servant what things I intend to do?

ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ῾Αβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ.

18

But Abraam shall become a great and populous nation, and in him shall all the nations of the earth be blest.

῾Αβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

19

For I know that he will order his sons, and his house after him, and they will keep the ways of the Lord, to do justice and judgment, that the Lord may bring upon Abraam all things whatsoever he has spoken to him.

ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ ῾Αβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.

20

And the Lord said, The cry of Sodom and Gomorrha has been increased towards me, and their sins are very great.

εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

21

I will therefore go down and see, if they completely correspond with the cry which comes to me, and if not, that I may know.

καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.

22

And the men having departed thence, came to Sodom; and Abraam was still standing before the Lord.

καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. ῾Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

23

And Abraam drew nigh and said, Wouldest thou destroy the righteous with the wicked, and shall the righteous be as the wicked?

καὶ ἐγγίσας ῾Αβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;

24

Should there be fifty righteous in the city, wilt thou destroy them? wilt thou not spare the whole place for the sake of the fifty righteous, if they be in it?

ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;

25

By no means shalt thou do as this thing [is] so as to destroy the righteous with the wicked, so the righteous shall be as the wicked: by no means. Thou that judgest the whole earth, shalt thou not do right?

μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;

26

And the Lord said, If there should be in Sodom fifty righteous in the city, I will spare the whole city, and the whole place for their sakes.

εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς.

27

And Abraam answered and said, Now I have begun to speak to my Lord, and I am earth and ashes.

καὶ ἀποκριθεὶς ῾Αβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

28

But if the fifty righteous should be diminished to forty-five, wilt thou destroy the whole city because of the five [wanting]? And he said, I will not destroy it, if I should find there forty-five.

ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε.

29

And he continued to speak to him still, and said, But if there should be found there forty? And he said, I will not destroy it for the forty's sake.

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.

30

And he said, Will there be anything [against me], Lord, if I shall speak? but if there be found there thirty? And he said, I will not destroy it for the thirty's sake.

καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα.

31

And he said, Since I am able to speak to the Lord, what if there should be found there twenty? And he said, I will not destroy it, if I should find there twenty.

καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι.

32

And he said, Will there be anything [against me], Lord, if I speak yet once? but if there should be found there ten? And he said, I will not destroy it for the ten's sake.

καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

33

And the Lord departed, when he left off speaking to Abraam, and Abraam returned to his place.

ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ ῾Αβραάμ, καὶ ῾Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.