Genesis 24
AND Abraam was old, advanced in days, and the Lord blessed Abraam in all things.
ΚΑΙ ῾Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν ῾Αβραὰμ κατὰ πάντα.
And Abraam said to his servant the elder of his house, who had rule over all his possessions, Put thy hand under my thigh,
καὶ εἶπεν ῾Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
and I will adjure thee by the Lord the God of heaven, and the God of the earth, that thou take not a wife for my son Isaac from the daughters of the Chananites, with whom I dwell, in the midst of them.
καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
But thou shalt go instead to my country, where I was born, and to my tribe, and thou shalt take from thence a wife for my son Isaac.
ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν.
And the servant said to him, Shall I carry back thy son to the land whence thou camest forth, if haply the woman should not be willing to return with me to this land?
εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
And Abraam said to him, Take heed to thyself that thou carry not my son back thither.
εἶπε δὲ πρὸς αὐτὸν ῾Αβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
The Lord the God of heaven, and the God of the earth, who took me out of my father's house, and out of the land whence I sprang, who spoke to me, and who swore to me, saying, I will give this land to thee and to thy seed, he shall send his angel before thee, and thou shalt take a wife to my son from thence.
Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
And if the woman should not be willing to come with thee into this land, thou shalt be clear from my oath, only carry not my son thither again.
ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
And the servant put his hand under the thigh of his master Abraam, and swore to him concerning this matter.
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν ῾Αβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ρήματος τούτου.
And the servant took ten camels of his master's camels, and [he took] of all the goods of his master with him, and he arose and went into Mesopotamia to the city of Nachor.
Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
And he rested his camels without the city by the well of water towards evening, when damsels go forth to draw water.
καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
And he said, O Lord God of my master Abraam, prosper my way before me to day, and deal mercifully with my master Abraam.
καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ.
Lo! I stand by the well of water, and the daughters of them that inhabit the city come forth to draw water.
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
And it shall be, the virgin to whomsoever I shall say, Incline thy water-pot, that I may drink, and she shall say, Drink thou, and I will give thy camels drink, until they shall have done drinking-- even this one thou hast prepared for thy servant Isaac, and hereby shall I know that thou hast dealt mercifully with my master Abraam.
καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ.
And it came to pass before he had done speaking in his mind, that behold, Rebecca the daughter of Bathuel, the son of Melcha, the wife of Nachor, and [the same] the brother of Abraam, came forth, having a water-pot on her shoulders.
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ ῾Αβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
And the virgin was very beautiful in appearance, she was a virgin, a man had not known her; and she went down to the well, and filled her water-pot, and came up.
ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη.
And the servant ran up to meet her, and said, Give me a little water to drink out of thy pitcher;
ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
and she said, Drink, Sir; and she hasted, and let down the pitcher upon her arm, and gave him to drink, till he ceased drinking.
ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων.
And she said, I will also draw water for thy camels, till they shall all have drunk.
καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
And she hasted, and emptied the water-pot into the trough, and ran to the well to draw again, and drew water for all the camels.
καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
And the man took great notice of her, and remained silent to know whether the Lord had made his way prosperous or not.
ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
And it came to pass when all the camels ceased drinking, that the man took golden ear-rings, each of a drachm weight, and he [put] two bracelets on her hands, their weight was ten pieces of gold.
ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
And he asked her, and said, Whose daughter art thou? Tell me if there is room for us to lodge with thy father.
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι.
And she said to him, I am the daughter of Bathuel the son of Melcha, whom she bore to Nachor.
ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
And she said to him, We have both straw and much provender, and a place for resting.
καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
And the man being well pleased, worshipped the Lord,
καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·
and said, Blessed be the Lord the God of my master Abraam, who has not suffered his righteousness to fail, nor his truth from my master, and the Lord has brought me prosperously to the house of the brother of my lord.
εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
And the damsel ran and reported to the house of her mother according to these words.
Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα.
And Rebecca had a brother whose name was Laban; and Laban ran out to meet the man, to the well.
τῇ δὲ Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
And it came to pass when he saw the ear-rings and the bracelets on the hands of his sister, and when he heard the words of Rebecca his sister, saying, Thus the man spoke to me, that he went to the man, as he stood by the camels at the well.
καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ρήματα Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
And he said to him, Come in hither, thou blessed of the Lord, why standest thou without, whereas I have prepared the house and a place for the camels?
καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
And the man entered into the house, and unloaded the camels, and gave the camels straw and provender, and water to wash his feet, and the feet of the men that were with him.
εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
And he set before them loaves to eat; but he said, I will not eat, until I have told my errand. And he said, Speak on.
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου. καὶ εἶπαν· λάλησον.
and the Lord has blessed my master greatly, and he is exalted, and he has given him sheep, and calves, and silver, and gold, servants and servant-maids, camels, and asses.
Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
And Sarrha my master's wife bore one son to my master after he had grown old; and he gave him whatever he had.
καὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
And my master caused me to swear, saying, Thou shalt not take a wife to my son of the daughters of the Chananites, among whom I sojourn in their land.
καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
But thou shalt go to the house of my father, and to my tribe, and thou shalt take thence a wife for my son.
ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
And I said to my master, Haply the woman will not go with me.
εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
And he said to me, The Lord God to whom I have been acceptable in his presence, himself shall send out his angel with thee, and shall prosper thy journey, and thou shalt take a wife for my son of my tribe, and of the house of my father.
καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Then shalt thou be clear from my curse, for whensoever thou shalt have come to my tribe, and they shall not give her to thee, then shalt thou be clear from my oath.
τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
And having come this day to the well, I said, Lord God of my master Abraam, if thou prosperest my journey on which I am now going,
καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
behold, I stand by the well of water, and the daughters of the men of the city come forth to draw water, and it shall be [that] the damsel to whom I shall say, Give me a little water to drink out of thy pitcher,
ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
and she shall say to me, Both drink thou, and I will draw water for thy camels, this [shall be] the wife whom the Lord has prepared for his own servant Isaac; and hereby shall I know that thou hast wrought mercy with my master Abraam.
καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου ῾Αβραάμ.
And it came to pass before I had done speaking in my mind, straightway Rebecca came forth, having her pitcher on her shoulders; and she went down to the well, and drew water; and I said to her, Give me to drink.
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με.
And she hasted and let down her pitcher on her arm from her head, and said, Drink thou, and I will give thy camels drink; and I drank, and she gave the camels drink.
καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε.
And I asked her, and said, Whose daughter art thou? tell me; and she said, I am daughter of Bathuel the son of Nachor, whom Melcha bore to him; and I put on her the earrings, and the bracelets on her hands.
καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς·
And being well-pleased I worshipped the Lord, and I blessed the Lord the God of my master Abraam, who has prospered me in a true way, so that I should take the daughter of my master's brother for his son.
καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου ῾Αβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
If then ye [will] deal mercifully and justly with my lord, [tell me], and if not, tell me, that I may turn to the right hand or to the left.
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
And Laban and Bathuel answered and said, This matter has come forth from the Lord, we shall not be able to answer thee bad or good.
᾿Αποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
Behold, Rebecca is before thee, take her and go away, and let her be wife to the son of thy master, as the Lord has said.
ἰδοὺ Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
And it came to pass when the servant of Abraam heard these words, he bowed himself to the Lord down to the earth.
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ ῾Αβραὰμ τῶν ρημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.
And the servant having brought forth jewels of silver and gold and raiment, gave them to Rebecca, and gave gifts to her brother, and to her mother.
καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ρεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
And both he and the men with him ate and drank and went to sleep. And he arose in the morning and said, Send me away, that I may go to my master.
καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
And her brethren and her mother said, Let the virgin remain with us about ten days, and after that she shall depart.
εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
But he said to them, Hinder me not, for the Lord has prospered my journey for me; send me away, that I may depart to my master.
ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
And they said, Let us call the damsel, and enquire at her mouth.
οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
And they called Rebecca, and said to her, Wilt thou go with this man? and she said, I will go.
καὶ ἐκάλεσαν τὴν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι.
So they sent forth Rebecca their sister, and her goods, and the servant of Abraam, and his attendants.
καὶ ἐξέπεμψαν Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ ῾Αβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
And they blessed Rebecca, and said to her, Thou art our sister; become thou thousands of myriads, and let thy seed possess the cities of their enemies.
καὶ εὐλόγησαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
And Rebecca rose up and her maidens, and they mounted the camels and went with the man; and the servant having taken up Rebecca, departed.
ἀναστᾶσα δὲ Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβέκκαν ἀπῆλθεν.
And Isaac went through the wilderness to the well of the vision, and he dwelt in the land toward the south.
᾿Ισαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
And Isaac went forth into the plain toward evening to meditate; and having lifted up his eyes, he saw camels coming.
καὶ ἐξῆλθεν ᾿Ισαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
And Rebecca lifted up her eyes, and saw Isaac; and she alighted briskly from the camel,
καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν ᾿Ισαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
and said to the servant, Who is that man that walks in the plain to meet us? And the servant said, This is my master; and she took her veil and covered herself.
καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
And the servant told Isaac all that he had done.
καὶ διηγήσατο ὁ παῖς τῷ ᾿Ισαὰκ πάντα τὰ ρήματα, ἃ ἐποίησεν.
And Isaac went into the house of his mother, and took Rebecca, and she became his wife, and he loved her; and Isaac was comforted for Sarrha his mother.
εἰσῆλθε δὲ ᾿Ισαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη ᾿Ισαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.