Genesis 30
AND Rachel having perceived that she bore Jacob no children, was jealous of her sister; and said to Jacob, Give me children; and if not, I shall die.
ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ ᾿Ιακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ ᾿Ιακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
And Jacob was angry with Rachel, and said to her, Am I in the place of God, who has deprived thee of the fruit of the womb?
θυματωθεὶς δὲ ᾿Ιακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;
And Rachel said to Jacob, Behold my handmaid Balla, go in to her, and she shall bear upon my knees, and I also shall have children by her.
εἶπε δὲ Ραχὴλ τῷ ᾿Ιακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
And she gave him Balla her maid, for a wife to him; and Jacob went in to her.
καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ.
And Balla, Rachel's maid, conceived, and bore Jacob a son.
καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν.
And Rachel said, God has given judgment for me, and hearkened to my voice, and has given me a son; therefore she called his name, Dan.
καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν.
And Balla, Rachel's maid, conceived yet again, and bore a second son to Jacob.
καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακώβ.
And Rachel said, God has helped me, and I contended with my sister and prevailed; and she called his name, Nephthalim.
καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.
And Lea saw that she ceased from bearing, and she took Zelpha her maid, and gave her to Jacob for a wife; and he went in to her.
Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ ᾿Ιακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν
And Zelpha the maid of Lea conceived, and bore Jacob a son.
καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν.
And Lea said, [It is] happily: and she called his name, Gad.
καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ.
And Zelpha the maid of Lea conceived yet again, and bore Jacob a second son.
καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν δεύτερον.
And Lea said, I am blessed, for the women will pronounce me blessed; and she called his name, Aser.
καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ασήρ.
And Ruben went in the day of barley-harvest, and found apples of mandrakes in the field, and brought them to his mother Lea; and Rachel said to Lea her sister, Give me of thy son's mandrakes.
᾿Επορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
And Lea said, [Is it] not enough for thee that thou hast taken my husband, wilt thou also take my son's mandrakes? And Rachel said, Not so: let him lie with thee to-night for thy son's mandrakes.
εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
And Jacob came in out of the field at even; and Lea went forth to meet him, and said, Thou shalt come in to me this day, for I have hired thee for my son's mandrakes; and he lay with her that night.
εἰσῆλθε δὲ ᾿Ιακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
And God hearkened to Lea, and she conceived, and bore Jacob a fifth son.
καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν πέμπτον.
And Lea said, God has given me my reward, because I gave my maid to my husband; and she called his name Issachar, which is, Reward.
καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισσάχαρ, ὅ ἐστι μισθός.
And Lea conceived again, and bore Jacob a sixth son.
καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ ᾿Ιακώβ.
And Lea said, God has given me a good gift in this time; my husband will choose me, for I have born him six sons: and she called his name, Zabulon.
καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
And after this she bore a daughter; and she called her name, Dina.
καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.
And God remembered Rachel, and God hearkened to her, and he opened her womb.
᾿Εμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
And she conceived, and bore Jacob a son; and Rachel said, God has taken away my reproach.
καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος·
And she called his name Joseph, saying, Let God add to me another son.
καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον.
And it came to pass when Rachel had born Joseph, Jacob said to Laban, Send me away, that I may go to my place and to my land.
᾿Εγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν ᾿Ιωσήφ, εἶπεν ᾿Ιακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
Restore my wives and my children, for whom I have served thee, that I may depart, for thou knowest the service wherewith I have served thee.
ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
And Laban said to him, If I have found grace in thy sight, I would augur [well], for the Lord has blessed me at thy coming in.
εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
And Jacob said, Thou knowest in what things I have served thee, and how many cattle of thine are with me.
εἶπε δὲ ᾿Ιακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
For it was little thou hadst before my time, and it is increased to a multitude, and the Lord God has blessed thee since my coming; now then, when shall I set up also my own house?
μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
And Laban said to him, What shall I give thee? and Jacob said to him, Thou shalt not give me anything; if thou wilt do this thing for me, I will again tend thy flocks and keep them.
καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ ᾿Ιακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
Let all thy sheep pass by to-day, and separate thence every grey sheep among the rams, and every one that is speckled and spotted among the goats-- [this] shall be my reward.
παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
And my righteousness shall answer for me on the morrow, for it is my reward before thee: whatever shall not be spotted and speckled among the goats, and grey among the rams, shall be stolen with me.
καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
And Laban said to him, Let it be according to thy word.
εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου.
And he separated in that day the spotted and speckled he-goats, and all the spotted and speckled she-goats, and all that was grey among the rams, and every one that was white among them, and he gave them into the hand of his sons.
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
And he set a distance of a three days' journey between them and Jacob. And Jacob tended the cattle of Laban that were left behind.
καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον ᾿Ιακώβ. ᾿Ιακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.
And Jacob took to himself green rods of storax tree and walnut and plane-tree; and Jacob peeled in them white stripes; and as he drew off the green, the white stripe which he had made appeared alternate on the rods.
ἔλαβε δὲ ἑαυτῷ ᾿Ιακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς ᾿Ιακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον.
And he laid the rods which he had peeled, in the hollows of the watering-troughs, that whensoever the cattle should come to drink, as they should have come to drink before the rods, the cattle might conceive at the rods.
καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους·
So the cattle conceived at the rods, and the cattle brought forth [young] speckled, and streaked and spotted with ash-coloured [spots].
καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά.
And Jacob separated the lambs, and set before the sheep a speckled ram, and every variegated one among the lambs, and he separated flocks for himself alone, and did not mingle them with the sheep of Laban.
τοὺς δὲ ἀμνοὺς διέστειλεν ᾿Ιακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.
And it came to pass in the time wherein the cattle became pregnant, conceiving in the belly, Jacob put the rods before the cattle in the troughs, that they might conceive by the rods.
ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν ᾿Ιακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους·
But he did not put them in [indiscriminately] whenever the cattle happened to bring forth, but the unmarked ones were Laban's, and the marked ones were Jacob's.
ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ ᾿Ιακώβ.
And the man became very rich, and he had many cattle, and oxen, and servants, and maid-servants, and camels, and asses.
καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.