Genesis 42

1

AND Jacob having seen that there was a sale [of corn] in Egypt, said to his sons, Why are ye indolent?

ΙΔΩΝ δὲ ᾿Ιακὼβ ὅτι ἐστὶ πρᾶσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἱνατί ραθυμεῖτε;

2

Behold, I have heard that there is corn in Egypt; go down thither, and buy for us a little food, that we may live, and not die.

ἰδοὺ ἀκήκοα ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν.

3

And the ten brethren of Joseph went down to buy corn out of Egypt.

κατέβησαν δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου·

4

But [Jacob] sent not Benjamin, the brother of Joseph, with his brethren; for he said, Lest, haply, disease befall him.

τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν ᾿Ιωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ· μή ποτε συμβῇ αὐτῷ μαλακία.

5

And the sons of Israel came to buy with those that came, for the famine was in the land of Chanaan.

῏Ηλθον δὲ οἱ υἱοὶ ᾿Ισραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν.

6

And Joseph was ruler of the land; he sold to all the people of the land. And the brethren of Joseph, having come, did reverence to him, [bowing] with the face to the ground.

᾿Ιωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

7

And when Joseph saw his brethren, he knew them, and estranged himself from them, and spoke hard words to them; and said to them, Whence are ye come? And they said, Out of the land of Chanaan, to buy food.

ἰδὼν δὲ ᾿Ιωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς· πόθεν ἥκατε; οἱ δὲ εἶπον· ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα.

8

And Joseph knew his brethren, but they knew not him.

ἐπέγνω δὲ ᾿Ιωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν.

9

And Joseph remembered his dream, which he saw; and he said to them, Ye are spies; to observe the marks of the land are ye come.

καὶ ἐμνήσθη ᾿Ιωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς· κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.

10

But they said, Nay, Sir, we thy servants are come to buy food;

οἱ δὲ εἶπαν· οὐχί, κύριε, οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα·

11

we are all sons of one man; we are peaceable, thy servants are not spies.

πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.

12

And he said to them, Nay, but ye are come to observe the marks of the land.

εἶπε δὲ αὐτοῖς· οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν.

13

And they said, We thy servants are twelve brethren, in the land of Chanaan; and, behold, the youngest is with our father to-day, but the other one is not.

οἱ δὲ εἶπαν· δώδεκά ἐσμεν οἱ παῖδες σου ἀδελφοὶ ἐν γῇ Χαναάν, καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.

14

And Joseph said to them, This is it that I spoke to you, saying, ye are spies;

εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων, ὅτι κατάσκοποί ἐστε·

15

herein shall ye be manifested; by the health of Pharao, ye shall not depart hence, unless your younger brother come hither.

ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε.

16

Send one of you, and take your brother; and go ye to prison, till your words be clear, whether ye speak the truth or not; but, if not, by the health of Pharao, verily ye are spies.

ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ρήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραώ, ἦ μὴν κατάσκοποί ἐστε.

17

And he put them in prison three days.

καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.

18

And he said to them on the third day, This do, and ye shall live, for I fear God.

Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ· τοῦτο ποιήσατε καὶ ζήσεσθε, τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι·

19

If ye be peaceable, let one of your brethren be detained in prison; but go ye, and carry back the corn ye have purchased.

εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν,

20

And bring your younger brother to me, and your words shall be believed; but, if not, ye shall die. And they did so.

καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ρήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως.

21

And each said to his brother, Yes, indeed, for we are in fault concerning our brother, when we disregarded the anguish of his soul, when he besought us, and we hearkened not to him; and therefore has this affliction come upon us.

καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ θλῖψις αὕτη.

22

And Ruben answered them, saying, Did I not speak to you, saying, Hurt not the boy, and ye heard me not? and, behold, his blood is required.

ἀποκριθεὶς δὲ Ρουβὴν εἶπεν αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.

23

But they knew not that Joseph understood them; for there was an interpreter between them.

αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει ᾿Ιωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν.

24

And Joseph turned away from them, and wept; and again he came to them, and spoke to them; and he took Symeon from them, and bound him before their eyes.

ἀποστραφεὶς δὲ ἀπ᾿ αὐτῶν ἔκλαυσεν ᾿Ιωσήφ. καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπ᾿ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.

25

And Joseph gave orders to fill their vessels with corn, and to return their money to each into his sack, and to give them provision for the way; and it was so done to them.

ἐνετείλατο δὲ ᾿Ιωσήφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως.

26

And having put the corn on the asses, they departed thence.

καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν.

27

And one having opened his sack to give his asses fodder, at the place where they rested, saw also his bundle of money, for it was on the mouth of his sack.

λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου·

28

And he said to his brethren, My money has been restored to me, and behold this is in my sack. And their heart was wonder-struck, and they were troubled, saying one to another, What is this that God has done to us?

καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ· ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες· τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν;

29

And they came to their father, Jacob, into the land of Chanaan, and reported to him all that had happened to them, saying,

῏Ηλθον δὲ πρὸς ᾿Ιακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χαναὰν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες·

30

The man, the lord of the land, spoke harsh words to us, and put us in prison as spies of the land.

λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν.

31

And we said to him, We are men of peace, we are not spies.

εἴπαμεν δὲ αὐτῷ· εἰρηνικοί ἐσμέν, οὐκ ἐσμὲν κατάσκοποι·

32

We are twelve brethren, sons of our father; one is not, and the youngest is with his father to-day in the land of Chanaan.

δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν.

33

And the man, the lord of the land, said to us, Herein shall I know that ye are peaceable; leave one brother here with me, and having taken the corn ye have purchased for your family, depart.

εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς· ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε.

34

And bring to me your younger brother; then I shall know that ye are not spies, but that ye are men of peace: and I will restore you your brother, and ye shall trade in the land.

καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε.

35

And it came to pass as they were emptying their sacks, there was each man's bundle of money in his sack; and they and their father saw their bundles of money, and they were afraid.

ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν.

36

And their father Jacob said to them, Ye have bereaved me. Joseph is not, Symeon is not, and will ye take Benjamin? all these things have come upon me.

εἶπε δὲ αὐτοῖς ᾿Ιακὼβ ὁ πατὴρ αὐτῶν· ἐμὲ ἠτεκνώσατε, ᾿Ιωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ᾿ ἐμὲ ἐγένετο ταῦτα πάντα.

37

And Ruben spoke to his father, saying, Slay my two sons, if I bring him not to thee; give him into my hand, and I will bring him back to thee.

εἶπε δὲ Ρουβὴν τῷ πατρὶ αὐτῶν λέγων· τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.

38

But he said, My son shall not go down with you, because his brother is dead, and he only has been left; and [suppose] it shall come to pass that he is afflicted by the way by which ye go, then ye shall bring down my old age with sorrow to Hades. <

ὁ δὲ εἶπεν· οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ἅδου.

39

Now the famine was severe upon the land.>*