Genesis 49

1

AND Jacob called his sons, and said to them,

ΕΚΑΛΕΣΕ δὲ ᾿Ιακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν·

2

Assemble yourselves, that I may tell you what shall happen to you in the last days. Gather yourselves together, and hear me, sons of Jacob; hear Israel, hear your father.

ἀθροίσθητε καὶ ἀκούσατέ μου, υἱοὶ ᾿Ιακώβ, ἀκούσατε ᾿Ισραὴλ τοῦ πατρὸς ὑμῶν.

3

Ruben, thou [art] my first-born, thou my strength, and the first of my children, hard to be endured, [hard and] self-willed.

Ρουβήν, πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης.

4

Thou wast insolent like water, burst not forth with violence, for thou wentest up to the bed of thy father; then thou defiledst the couch, whereupon thou wentest up.

ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης.

5

Symeon and Levi, brethren, accomplished the injustice of their cutting off.

Συμεὼν καὶ Λευΐ ἀδελφοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.

6

Let not my soul come into their counsel, and let not mine inward parts contend in their conspiracy, for in their wrath they slew men, and in their passion they houghed a bull.

εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.

7

Cursed be their wrath, for it was willful, and their anger, for it was cruel: I will divide them in Jacob, and scatter them in Israel.

ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν ᾿Ιακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν ᾿Ισραήλ.

8

Juda, thy brethren have praised thee, and thy hands shall be on the back of thine enemies; thy father's sons shall do thee reverence.

᾿Ιούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.

9

Juda is a lion's whelp: from the tender plant, my son, thou art gone up, having couched thou liest as a lion, and as a whelp; who shall stir him up?

σκύμνος λέοντος ᾿Ιούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;

10

A ruler shall not fail from Juda, nor a prince from his loins, until there come the things stored up for him; and he is the expectation of nations.

οὐκ ἐκλείψει ἄρχων ἐξ ᾿Ιούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.

11

Binding his foal to the vine, and the foal of his ass to the branch [of it], he shall wash his robe in wine, and his garment in the blood of the grape.

δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ·

12

His eyes shall be more cheering than wine, and his teeth whiter than milk.

χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.

13

Zabulon shall dwell on the coast, and he [shall be] by a haven of ships, and shall extend to Sidon.

Ζαβουλὼν παράλιος κατοικήσει, καὶ αὐτὸς παρ᾿ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.

14

Issachar has desired that which is good; resting between the inheritances.

᾿Ισσάχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·

15

And having seen the resting place that it was good, and the land that it was fertile, he subjected his shoulder to labour, and became a husbandman.

καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός.

16

Dan shall judge his people, as one tribe too in Israel.

Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν ᾿Ισραήλ.

17

And let Dan be a serpent in the way, besetting the path, biting the heel of the horse (and the rider shall fall backward),

καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾿ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,

18

waiting for the salvation of the Lord.

τὴν σωτηρίαν περιμένων Κυρίου.

19

Gad, a plundering troop shall plunder him; but he shall plunder him, [pursuing him] closely.

Γάδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας.

20

Aser, his bread [shall be] fat; and he shall yield dainties to princes.

᾿Ασήρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι.

21

Nephthalim is a spreading stem, bestowing beauty on its fruit.

Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος.

22

Joseph is a son increased; my dearly loved son is increased; my youngest son, turn to me.

υἱὸς ηὐξημένος ᾿Ιωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον.

23

Against whom men taking evil counsel reproached [him], and the archers pressed hard upon him.

εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων·

24

But their bow and arrows were mightily consumed, and the sinews of their arms were slackened by the hand of the mighty one of Jacob; thence is he that strengthened Israel from the God of thy father;

καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν διά χεῖρα δυνάστου ᾿Ιακώβ, ἐκεῖθεν ὁ κατισχύσας ᾿Ισραήλ· παρὰ Θεοῦ τοῦ πατρός σου,

25

and my God helped thee, and he blessed thee with the blessing of heaven from above, and the blessing of the earth possessing all things, because of the blessing of the breasts and of the womb,

καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας,

26

the blessings of thy father and thy mother-- it has prevailed above the blessing of the lasting mountains, and beyond the blessings of the everlasting hills; they shall be upon the head of Joseph, and upon the head of the brothers of whom he took the lead.

εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπ᾿ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν ᾿Ιωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.

27

Benjamin, as a ravening wolf, shall eat still in the morning, and at evening he gives food.

Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν.

28

All these [are] the twelve sons of Jacob; and their father spoke these words to them, and he blessed them; he blessed each of them according to his blessing.

Πάντες οὗτοι υἱοὶ ᾿Ιακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς.

29

And he said to them, I am added to my people; ye shall bury me with my fathers in the cave, which is in the field of Ephron the Chettite,

καὶ εἶπεν αὐτοῖς· ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ ᾿Εφρὼν τοῦ Χετταίου,

30

in the double cave which is opposite Mambre, in the land of Chanaan, the cave which Abraam bought of Ephron the Chettite, for a possession of a sepulchre.

ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναάν, ὃ ἐκτήσατο ῾Αβραὰμ τὸ σπήλαιον παρὰ ᾿Εφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου·

31

There they buried Abraam and Sarrha his wife; there they buried Isaac, and Rebecca his wife; there they buried Lea;

ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν ᾿Ισαὰκ καὶ Ρεβέκκαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψα Λείαν

32

in the portion of the field, and of the cave that was in it, [purchased] of the sons of Chet.

ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ.

33

And Jacob ceased giving charges to his sons; and having lifted up his feet on the bed, he died, and was gathered to his people.

καὶ κατέπαυσεν ᾿Ιακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.