Hosea 3

1

And the Lord said to me, Go yet, and love a woman that loves evil things, an adulteress, even as the Lord loves the children of Israel, and they have respect to strange gods, and love cakes of dried grapes.

ΚΑΙ εἶπε Κύριος πρός με· ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.

2

So I hired [her] to myself for fifteen [pieces] of silver, and a homer of barley, and a flagon of wine.

καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου

3

And I said unto her, Thou shalt wait for me many days; and thou shalt not commit fornication, neither shalt thou be for [another] man; and I [will be] for thee.

καὶ εἶπα πρὸς αὐτήν· ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς, οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί.

4

For the children of Israel shall abide many days without a king, and without a prince, and without a sacrifice, and without an altar, and without a priesthood, and without manifestations.

διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων.

5

And afterward shall the children of Israel return, and shall seek the Lord their God, and David their king; and shall be amazed at the Lord and at his goodness in the latter days.

καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.