Isaiah 33

1

Woe to them that afflict you; but no one makes you miserable: and he that deals perfidiously with you does not deal perfidiously: they that deal perfidiously shall be taken and given up, and as a moth on a garment, so shall they be spoiled.

ΟΥΑΙ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐφ᾿ ἱματίου, οὕτως ἡττηθήσονται.

2

Lord, have mercy upon us; for we have trusted in thee: the seed of the rebellious is gone to destruction, but our deliverance was in a time of affliction.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

3

By reason of the terrible sound the nations were dismayed for fear of thee, and the heathen were scattered.

διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη.

4

And now shall the spoils of your small and great be gathered: as if one should gather locusts, so shall they mock you.

νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγη ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.

5

The God who dwells on high is holy: Sion is filled with judgment and righteousness.

ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.

6

They shall be delivered up to the law: our salvation is our treasure: there are wisdom and knowledge and piety toward the Lord; these are the treasures of righteousness.

ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.

7

Behold now, these shall be terrified with fear of you: those whom ye feared shall cry out because of you: messengers shall be sent, bitterly weeping, entreating for peace.

ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ᾿ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.

8

For the ways of these shall be made desolate: the terror of the nations has been made to cease, and the covenant with these is taken away, and ye shall by no means deem them men.

ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.

9

The land mourns; Libanus is ashamed: Saron is become marshes; Galilee shall be laid bare, and Chermel.

ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος.

10

Now will I arise, saith the Lord, now will I be glorified; now will I be exalted.

νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι·

11

Now shall ye see, now shall ye perceive; the strength of your breath, shall be vain; fire shall devour you.

νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς.

12

And the nations shall be burnt up; as a thorn in the field cast out and burnt up.

καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

13

They that are afar off shall hear what I have done; they that draw nigh shall know my strength.

ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.

14

The sinners in Sion have departed; trembling shall seize the ungodly. Who will tell you that a fire is kindled? Who will tell you of the eternal place?

ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;

15

He that walks in righteousness, speaking rightly, hating transgression and iniquity, and shaking his hands from gifts, stopping his ears that he should not hear the judgment of blood, shutting his eyes that he should not see injustice.

πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμούς, ἵνα μὴ ἴδῃ ἀδικίαν,

16

he shall dwell in a high cave of a strong rock: bread shall be given him, and his water shall be sure.

οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.

17

Ye shall see a king with glory: your eyes shall behold a land from afar.

βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆ πόρρωθεν.

18

Your soul shall meditate terror. Where are the scribes? where are the counsellors, where is he that numbers them that are growing up,

ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἔστιν ὁ ἀριθμῶν τοὺς στρεφομένους

19

[even] the small and great people? with whom he took not counsel, neither did he understand [a people] of deep speech, so that a despised people should not hear, and there is no understanding to him that hears.

μικρὸν καὶ μέγα λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.

20

Behold the city of Sion, our refuge: thine eyes shall behold Jerusalem, a rich city, tabernacles which shall not be shaken, neither shall the pins of her tabernacle be moved for ever, neither shall her cords be at all broken:

ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν· οἱ ὀφθαλμοί σου ὄψονται ῾Ιερουσαλήμ, πόλις πλουσία, σκηναί, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν.

21

for the name of the Lord is great to you: ye shall have a place, [even] rivers and wide and spacious channels: thou shalt not go this way, neither a vessel with oars go [thereby].

ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

22

For my God is great: the Lord our judge shall not pass me by: the Lord is our prince, the Lord is our king; the Lord, he shall save us.

ὁ γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος· κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.

23

Thy cords are broken, for they had no strength: thy mast has given way, it shall not spread the sails, it shall not bear a signal, until it be given up for plunder; therefore shall many lame men take spoil.

ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι.

24

And the people dwelling among them shall by no means say, I am in pain: for their sin shall be forgiven them.

καὶ οὐ μὴ εἴπῃ· κοπιῶ, ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.