Isaiah 38
And it came to pass at that time, [that] Ezekias was sick even to death. And Esaias the prophet the son of Amos came to him, and said to him, Thus saith the Lord, Give orders concerning thy house: for thou shalt die, and not live.
ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη ᾿Εζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.
And Ezekias turned his face to the wall, and prayed to the Lord, saying,
καὶ ἀπέστρεψεν ᾿Εζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς Κύριον
Remember, O Lord, how I have walked before thee in truth, with a true heart, and have done that which was pleasing in thy sight. And Ezekias wept bitterly.
λέγων· μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν ᾿Εζεκίας κλαυθμῷ μεγάλῳ.
And the word of the Lord came to Esaias, saying, Go, and say to Ezekias,
καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ησαΐαν λέγων·
Thus saith the Lord, the God of David thy father, I have heard thy prayer, and seen thy tears: behold, I [will] add to thy time fifteen years.
πορεύθητι καὶ εἰπὸν ᾿Εζεκίᾳ· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη·
And I will deliver thee and this city out of the hand of the king of the Assyrians: and I will defend this city.
καὶ ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
And this [shall be] a sign to thee from the Lord, that God will do this thing;
τοῦτο δὲ σοὶ τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ Θεὸς τὸ ρῆμα τοῦτο·
behold, I will turn back the shadow of the degrees [of the dial] by which ten degrees on the house of thy father the sun has gone down-- I will turn back the sun the ten degrees; so the sun went back the ten degrees by which the shadow had gone down.
ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.
THE PRAYER OF EZEKIAS KING OF JUDEA, WHEN HE HAD BEEN SICK, AND WAS RECOVERED FROM HIS SICKNESS.
Προσευχὴ ᾿Εζεκίου βασιλέως τῆς ᾿Ιουδαίας, ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. -
I said in the end of my days, I shall go to the gates of the grave: I shall part with the remainder of my years.
᾿Εγὼ εἶπα· ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
I said, I shall no more at all see the salvation of God in the land of the living: I shall no more at all see the salvation of Israel on the earth: I shall no more at all see man.
εἶπα· οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ ᾿Ισραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.
[My life] has failed from among my kindred: I have parted with the remainder of my life: it has gone forth and departed from me, as one that having pitched a tent takes it down [again]: my breath was with me as a weaver’s web, when she that weaves draws nigh to cut off [the] thread.
ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾿ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
In that day I was given up as to a lion until the morning: so has he broken all my bones: for I was so given up from day [even] to night.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωΐ ὡς λέοντι· οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου, ἀπὸ γὰρ τῆς ἡμέρα ἕως τῆς νυκτὸς παρεδόθην.
As a swallow, so will I cry, and as a dove, so do I mourn: for mine eyes have failed with looking to the height of heaven to the Lord, who has delivered me,
ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με
[Yea], O Lord, for it was told thee concerning this; and thou hast revived my breath; and I am comforted, and live.
Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
For thou hast chosen my soul, that it should not perish: and thou hast cast all [my] sins behind me.
εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.
For they that are in the grave shall not praise thee, neither shall the dead bless thee, neither shall they that are in Hades hope for thy mercy.
οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.
The living shall bless thee, as I also [do]: for from this day shall I beget children, who shall declare thy righteousness,
οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου,
O God of my salvation; and I will not cease blessing thee with the psaltery all the days of my life before the house of God.
Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.
Now Esaias had said to Ezekias; Take a cake of figs, and mash them, and apply them as a plaster, and thou shalt be well.
Καὶ εἶπεν ῾Ησαΐας πρὸς ᾿Εζεκίαν· λάβε παλάθην ἐκ σύκων καὶ τρίψων καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
And Ezekias said, This is a sign to Ezekias, that I shall go up to the house of God.
καὶ εἶπεν ᾿Εζεκίας· τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.