Jeremiah 32

1

THE PROPHECIES OF JEREMIAS AGAINST THE NATIONS OF AELAM - Thus said the Lord God of Israel; Take the cup of this unmixed wine from mine hand, and thou shalt cause all the nations to drink, to whom I send thee.

(Μασ. ΚΕ´,

2

And they shall drink, and vomit, and be mad, because of the sword which I send among them.

καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν.

3

So I took the cup out of the Lord’s hand, and caused the nations to whom the Lord sent me to drink:

καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ’ αὐτά,

4

Jerusalem, and the cities of Juda, and the kings of Juda, and his princes, to make them a desert place, a desolation, and a hissing;

τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα καὶ βασιλεῖς ᾿Ιούδα καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν

5

and Pharao king of Egypt, and his servants, and his nobles, and all his people;

καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ

6

and all the mingled people, and all the kings of the Philistines, and Ascalon, and Gaza, and Accaron, and the remnant of Azotus,

καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμείκτους καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν ᾿Ασκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν ᾿Ακκάρων καὶ τὸ ἐπίλοιπον ᾿Αζώτου

7

and Idumea, and the land of Moab, and the children of Ammon,

καὶ τὴν ᾿Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς ᾿Αμμὼν

8

and the kings of Tyre, and the kings of Sidon, and the kings in the country beyond the sea,

καὶ βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης

9

and Daedan, and Thaeman, and Ros, and every one that is shaved round about the face,

καὶ τὴν Δαιδὰν καὶ τὴν Θαιμὰν καὶ τὴν Ῥῶς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ

10

and all the mingled people lodging in the wilderness,

καὶ πάντας τοὺς συμμείκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ

11

and all the kings of Aelam, and all the kings of the Persians,

καὶ πάντας βασιλεῖς Αἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν

12

and all the kings from the north, the far and the near, each one with his brother, and all the kingdom s which are on the face of the earth.

καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς.

13

And thou shalt say to them, Thus said the Lord Almighty; Drink ye, be ye drunken; and ye shall vomit, and shall fall, and shall in nowise rise, because of the sword which I send among you.

καὶ ἐρεῖς αὐτοῖς· οὕτως εἶπε Κύριος παντοκράτωρ· πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσετε καὶ πεσεῖσθε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν.

14

And it shall come to pass, when they refuse to take the cup out of thine hand, to drink it, that thou shalt say, Thus said the Lord; Ye shall surely drink.

καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· πιόντες πίεσθε·

15

For I am beginning to afflict the city whereon my name is called, and ye shall by no means be held guiltless: for I am calling a sword upon all that dwell upon the earth.

ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπ’ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.

16

And thou shalt prophesy against them these words, and shalt say, The Lord shall speak from on high, from his sanctuary he will utter his voice; he will pronounce a declaration on his place; and these shall answer like men gathering grapes: and destruction is coming on them that dwell on the earth,

καὶ σὺ προφητεύσεις ἐπ’ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς· Κύριος ἀφ’ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αἰδὰδ ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους τὴν γῆν ἥκει ὄλεθρος

17

even upon the extreme part of the earth; for the Lord has a controversy with the nations, he is pleading with all flesh, and the ungodly are given to the sword, saith the Lord.

ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος.

18

Thus said the Lord; Behold, evils are proceeding from nation to nation, and a great whirlwind goes forth from the end of the earth.

οὕτως εἶπε Κύριος· ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ’ ἐσχάτου τῆς γῆς.

19

And the slain of the Lord shall be in the day of the Lord from one end of the earth even to the other end of the earth: they shall not be buried; they shall be as dung on the face of the earth.

καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται.

20

Howl, ye shepherds, and cry; and lament, ye rams of the flock: for your days have been completed for slaughter, and ye shall fall as the choice rams.

ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγήν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί·

21

And flight shall perish from the shepherds, and safety from the rams of the flock.

καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων.

22

A voice of the crying of the shepherds, and a moaning of the sheep and the rams: for the Lord has destroyed their pastures.

φωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν,

23

And the peaceable abodes that remain shall be destroyed before the fierceness of my anger.

καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου.

24

He has forsaken his lair, as a lion: for their land is become desolate before the great sword.

ἐγκατέλιπεν ὥσπερ λέων κατάλειμμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.