Jeremiah 35
And it came to pass in the fourth year of Sedekias king of Juda, in the fifth month, [that] Ananias the false prophet, the son of Azor, from Gabaon, spoke to me in the house of the Lord, in the sight of the priests and all the people, saying,
(Μασ. ΚΗ´) ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως ᾿Ιούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέ μοι ᾿Ανανίας υἱὸς ᾿Αζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ’ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων·
Thus saith the Lord; I have broken the yoke of the king of Babylon.
οὕτως εἶπε Κύριος· συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·
Yet two full years, and I will return into this place the vessels of the house of the Lord,
ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου
and Jechonias, and the captivity of Juda: for I will break the yoke of the king of Babylon.
καὶ ᾿Ιεχονίαν καὶ τὴν ἀποικίαν ᾿Ιούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος.
Then Jeremias spoke to Ananias in the sight of all the people, and in the sight of the priests that stood in the house of the Lord,
καὶ εἶπεν ῾Ιερεμίας πρὸς ᾿Ανανίαν κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ’ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου.
and Jeremias said, May the Lord indeed do thus; may he confirm thy word which thou dost prophesy, to return the vessels of the house of the Lord, and all the captivity, out of Babylon to this place.
καὶ εἶπεν ῾Ιερεμίας· ἀληθῶς, οὕτως ποιήσαι Κύριος, στήσαι τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον.
Nevertheless hear ye the word of the Lord which I speak in your ears, and in the ears of all the people.
πλὴν ἀκούσατε τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ·
The prophets that were before me and before you of old, also prophesied over much country, and against great kingdoms, concerning war.
οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον·
[As for] the prophet that has prophesied for peace, when the word has come [to pass], they shall know the prophet whom the Lord has sent them in truth.
ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην, ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει.
Then Ananias took the yokes from the neck of Jeremias in the sight of all the people, and broke them to pieces.
καὶ ἔλαβεν ᾿Ανανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου ῾Ιερεμίου καὶ συνέτριψεν αὐτούς·
And Ananias spoke in the presence of all the people, saying, Thus said the Lord; Thus will I break the yoke of the king of Babylon from the necks of all the nations. And Jeremias went his way.
καὶ εἶπεν ᾿Ανανίας κατ’ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων· οὕτως εἶπε Κύριος· οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο ῾Ιερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ. -
And the word of the Lord came to Jeremias, after that Ananias had broken the yokes off his neck, saying,
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ συντρίψαι ᾿Ανανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων·
Go and speak to Ananias, saying, Thus saith the Lord; Thou hast broken the yokes of wood; but I will make instead of them yokes of iron.
βάδιζε καὶ εἶπον πρὸς ᾿Ανανίαν λέγων· οὕτως εἶπε Κύριος· κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ’ αὐτῶν κλοιοὺς σιδηροῦς,
For thus said the Lord, I have put a yoke of iron on the neck of all the nations, that they may serve the king of Babylon.
ὅτι οὕτως εἶπε Κύριος· ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος.
And Jeremias said to Ananias, The Lord has not sent thee; and thou hast caused this people to trust in unrighteousness.
καὶ εἶπεν ῾Ιερεμίας τῷ ᾿Ανανίᾳ· οὐκ ἀπέσταλκέ σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ’ ἀδίκῳ.
Therefore thus said the Lord: Behold, I [will] cast thee off from the face of the earth: this year thou shalt die.
διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ.