Jeremiah 39

1

The word that came from the Lord to Jeremias in the tenth year of king Sedekias, this is the eighteenth year of king Nabuchodonosor king of Babylon.

(Μασ. ΛΒ´) Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ιερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος·

2

and the host of the king of Babylon had made a rampart against Jerusalem: and Jeremias was kept in the court of the prison, which is in the king’s house;

καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ῾Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,

3

in which king Sedekias [had] shut him up, saying, Wherefore dost thou prophesy, saying, Thus saith the Lord, Behold, I [will] give this city into the hands of the king of Babylon, and he shall take it;

ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,

4

and Sedekias shall by no means be delivered out of the hand of the Chaldeans, for he shall certainly be given up into the hands of the king of Babylon, and his mouth shall speak to his mouth, and his eyes shall look upon his eyes;

καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,

5

and Sedekias shall go into Babylon, and dwell there?

καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.

6

AND THE WORD OF THE LORD CAME TO JEREMIAS, SAYING,

καὶ λόγος Κυρίου ἐγενήθη πρὸς ῾Ιερεμίαν λέγων·

7

Behold, Anameel the son of Salom thy father’s brother is coming to thee, saying, Buy thee my field that is in Anathoth: for thou [hast] the right to take [it] as a purchase.

ἰδοὺ ᾿Αναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.

8

So Anamel the son of Salom my father’s brother came to me into the court of the prison, and said, Buy thee my field that is in the land of Benjamin, in Anathoth: for thou [hast] a right to buy it, and thou art the elder. So I knew that it was the word of the Lord.

καὶ ἦλθε πρός με ᾿Αναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν ᾿Αναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί,

9

And I bought the field of Anameel the son of my father’s brother, and I weighed him seventeen shekels of silver.

καὶ ἐκτησάμην τὸν ἀγρὸν ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·

10

And I wrote [it] in a book, and sealed [it], and took the testimony of witnesses, and weighed the money in the balance.

καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.

11

And I took the book of the purchase that was sealed;

καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον

12

and I gave it to Baruch son of Nerias, son of Maasaeas, in the sight of Anameel my father’s brother’s son, and in the sight of the men that stood by and wrote in the book of the purchase, and in the sight of the Jews that were in the court of the prison.

καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ’ ὀφθαλμοὺς ᾿Αναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν ᾿Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

13

And I charged Baruch in their presence, saying, Thus saith the Lord Almighty;

καὶ συνέταξα τῷ Βαροὺχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων·

14

Take this book of the purchase, and the book that has been read; and thou shalt put it into an earthen vessel, that it may remain many days.

οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.

15

For thus saith the Lord; There shall yet be bought fields and houses and vineyards in this land.

ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. -

16

And I prayed to the Lord after I had given the book of the purchase to Baruch the son of Nerias, saying,

Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων·

17

O [ever] living Lord! thou hast made the heaven and the earth by thy great power, and with thy high and lofty arm: nothing can be hidden from thee.

ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,

18

Granting mercy to thousands, and recompensing the sins of the fathers into the bosoms of their children after them: the great, the strong God;

ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός,

19

the Lord of great counsel, and mighty in deeds, the great Almighty God, and Lord of great name: thine eyes are upon the ways of the children of men, to give to every one according to his way:

Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·

20

who hast wrought signs and wonders in the land of Egypt even to this day, and in Israel, and among the inhabitants of the earth; and thou didst make for thyself a name, as at this day;

ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ᾿Ισραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη

21

and thou didst bring out thy people Israel out of the land of Egypt with signs, and with wonders, with a mighty hand, and with a high arm, and with great sights;

καὶ ἐξήγαγες τὸν λαόν σου ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ

22

and thou gavest them this land, which thou didst swear [to give] to their fathers, a land flowing with milk and honey;

καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

23

and they went in, and took it; but they hearkened not to thy voice, and walked not in thine ordinances; they did none of the things which thou didst command them, and they caused all these calamities to happen to them.

καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

24

Behold, a multitude is come against the city to take it; and the city is given into the hands of the Chaldeans that fight against it, by the power of the sword, and the famine: as thou hast spoken, so has it happened.

ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

25

And thou sayest to me, Buy thee the field for money; and I wrote a book, and sealed [it], and took the testimony of witnesses: and the city is given into the hands of the Chaldeans.

καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.

26

And the word of the Lord came to me, saying,

Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·

27

I am the Lord, the God of all flesh: shall anything be hidden from me!

ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;

28

Therefore thus saith the Lord God of Israel; This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it:

διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν,

29

and the Chaldeans shall come to war against this city, and they shall burn this city with fire, and shall burn down the houses wherein they burnt incense on the roofs thereof to Baal, and poured drink-offerings to other gods, to provoke me.

καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με.

30

For the children of Israel and the children of Juda alone did evil in my sight from their youth.

ὅτι ἦσαν οἱ υἰοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ ᾿Ιούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ’ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν.

31

For this city was [obnoxious] to my anger and my wrath, from the day that they built it even to this day; that I should remove it from my presence,

ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ’ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,

32

because of all the wickedness of the children of Israel and Juda, which they wrought to provoke me, they and their kings, and their princes, and their priests, and their prophets, the men of Juda, and the dwellers in Jerusalem.

διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ,

33

And they turned the back to me, and not the face: whereas I taught them early in the morning, but they hearkened no more to receive instructions.

καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν.

34

and they set their pollutions in the house, on which my name was called, by their uncleannesses.

καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν,

35

And they built to Baal the altars that are in the valley of the son of Ennom, to offer their sons and their daughters to king Moloch; which things I commanded them not, neither came it into my mind that they should do this abomination, to cause Juda to sin.

καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ ᾿Εννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν ᾿Ιούδαν. -

36

And now thus has the Lord God of Israel said concerning this city, of which thou sayest, it shall be delivered into the hands of the king of Babylon by the sword, and by famine, and banishment.

Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ.

37

Behold, I [will] gather them out of every land, where I have scattered them in my anger, and my wrath, and great fury; and I will bring them back into this place, and will cause them to dwell safely:

ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,

38

and they shall be to me a people, and I will be to them a God.

καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.

39

And I will give them another way, and another heart, to fear me continually, and [that] for good to them and their children after them.

καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς.

40

And I will make with them an everlasting covenant, which I will by no means turn away from them, and I will put my fear into their heart, that they may not depart from me.

καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ.

41

And I will visit [them] to do them good, and I will plant them in this land in faithfulness, and with all my heart, and with all [my] soul.

καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.

42

For thus saith the Lord; As I have brought upon this people all these great evils, so will I bring upon them all the good things which I pronounced upon them.

ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ’ αὐτούς.

43

And there shall yet be fields bought in the land, of which thou sayest, it shall be destitute of man and beast; and they are delivered into the hands of the Chaldeans.

καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.

44

And they shall buy fields for money, and thou shalt write a book, and seal [it], and shalt take the testimony of witnesses in the land of Benjamin, and round about Jerusalem, and in the cities of Juda, and in the cities of the mountain, and in the cities of the plain, and in the cities of the south: for I will turn their captivity.

καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.