Job 10
Weary in my soul, I will pour my words with groans upon him: I will speak being straitened in the bitterness of my soul.
ΚΑΜΝΩΝ τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπ᾿ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
And I will say to the Lord, Do not teach me to be impious; and wherefore hast thou thus judged me?
καὶ ἐρῶ πρὸς Κύριον· μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;
Is it good before thee if I be unrighteous? for thou hast disowned the work of thy hands, and attended to the counsel of the ungodly.
ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες;
Or dost thou see as a mortal sees? or wilt thou look as a man sees?
ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ;
Or is thy life human, or thy years [the years] of a man,
ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός;
that thou hast enquired into mine iniquity, and searched out my sins?
ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
For thou knowest that I have not committed iniquity: but who is he that can deliver out of thy hands?
οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
Thy hands have formed me and made me; afterwards thou didst change [thy mind], and smite me.
αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
Remember that thou hast made me [as] clay, and thou dost turn me again to earth.
μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
Hast thou not poured me out like milk, and curdled me like cheese?
ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;
And thou didst clothe me with skin and flesh, and frame me with bones and sinews.
δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
And thou didst bestow upon me life and mercy, and thy oversight has preserved my spirit.
ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
Having these things in thyself, I know that thou canst do all things; for nothing is impossible with thee.
ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν.
And if I should sin, thou watchest me; and thou hast not cleared me from iniquity.
ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
Or if I should be ungodly, woe is me: and if I should be righteous, I cannot lift myself up, for I am full of dishonour.
ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
For I am hunted like a lion for slaughter; for again thou hast changed and art terribly destroying me;
ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις
renewing against me my torture: and thou hast dealt with me in great anger, and thou hast brought trials upon me.
ἐπανακαινίζων ἐπ᾿ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ᾿ ἐμὲ πειρατήρια.
Why then didst thou bring me out of the womb? and why did I not die, and no eye see me,
ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,
and I become as if I had not been? for why was I not carried from the womb to the grave?
καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
Is not the time of my life short? suffer me to rest a little,
ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν
before I go whence I shall not return, to a land of darkness and gloominess;
πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,
to a land of perpetual darkness, where there is no light, neither [can any one] see the life of mortals.
εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.