Job 17
I perish, carried away by the wind, and I seek for burial, and obtain [it] not.
ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.
Weary I intreat; and what have I done? and strangers have stolen my goods.
λίσσομαι κάμνων, καὶ τί ποιήσας;
Who is this? let him join hands with me.
ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
For thou hast hid their heart from wisdom; therefore thou shalt not exalt them.
ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
He shall promise mischief to [his] companions: but [their] eyes have failed for [their] children.
τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾿ υἱοῖς ἐτάκησαν.
But thou has made me a byword among the nations, and I am become a scorn to them.
ἔθου δέ με θρύλημα ἐν ἔθνεσι, γέλως δὲ αὐτοῖς ἀπέβην·
For my eyes are dimmed through pain; I have been grievously beset by all.
πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
Wonder has seized true men upon this; and let the just rise up against the transgressor.
θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
But let the faithful hold on his own way, and let him that is pure of hands take courage.
σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
Howbeit, do ye all strengthen [yourselves] and come now, for I do not find truth in you.
οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
My days have passed in groaning, and my heart-strings are broken.
αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.
I have turned the night into day: the light is short because of darkness.
νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους·
For if I remain, Hades is my habitation: and my bed has been made in darkness
ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
I have called upon death to be my father, and corruption [to be] my mother and sister.
θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
Where then is yet my hope? or [where] shall I see my good?
ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἦ τὰ ἀγαθά μου ὄψομαι;
Will they go down with me to Hades, or shall we go down together to the tomb?
ἦ μετ᾿ ἐμοῦ εἰς ᾅδην καταβήσομαι, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;