Job 2

1

And it came to pass on a certain day, that the angels of God came to stand before the Lord, and the devil came among them to stand before the Lord.

ΕΓΕΝΕΤΟ δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου.

2

And the Lord, said to the devil, Whence comest thou? Then the devil said before the Lord, I am come from going through the world, and walking about the whole earth.

καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι.

3

And the Lord said to the devil, Hast thou then observed my servant Job, that there is none of [men] upon the earth like him, a harmless, true, blameless, godly man, abstaining from all evil? and he yet cleaves to innocence, whereas thou has told [me] to destroy his substance without cause?

εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θέραποντί μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχετε ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.

4

And the devil answered and said to the Lord, Skin for skin, all that a man has will he give as a ransom for his life.

ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ Κυρίῳ· δέρμα ὑπὲρ δέρματος· καὶ πάντα, ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει·

5

Nay, but put forth thine hand, and touch his bones and his flesh: verily he will bless thee to [thy] face.

οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

6

And the Lord said to the devil, Behold, I deliver him up to thee; only save his life.

εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. -

7

So the devil went out from the Lord, and smote Job with sore boils from [his] feet to [his] head.

᾿Εξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου καὶ ἔπαισε τὸν ᾿Ιὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς.

8

And he took a potsherd to scrape away the discharge, and sat upon a dung-heap outside the city.

καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. -

9

And when much time had passed, his wife said to him, How long wilt thou hold out, saying, 9α Behold, I wait yet a little while, expecting the hope of my deliverance? 9β for, behold, thy memorial is abolished from the earth, [even thy] sons and daughters, the pangs and pains of my womb which I bore in vain with sorrows; 9γ and thou thyself sittest down to spend the nights in the open air among the corruption of worms, 9δ and I am a wanderer and a servant from place to place and house to house, waiting for the setting of the sun, that I may rest from my labours and my pangs which now beset me: but say some word against the Lord, and die.

δ κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα.

10

But he looked on her, and said to her, Thou hast spoken like one of the foolish women. If we have received good things of the hand of the Lord, shall we not endure evil things? In all these things that happened to him, Job sinned not at all with his lips before God.

ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.

11

Now his three friends having heard of all the evil that was come upon him, came to him each from his own country: Eliphaz the king of the Thaemans, Baldad sovereign of the Saucheans, Sophar king of the Kinaeans: and they came to him with one accord, to comfort and to visit him.

ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν· ᾿Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς, καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδόν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.

12

And when they saw him from a distance they did not know him; and they cried with a loud voice, and wept, and rent every one his garment, and sprinkled dust upon [their heads],

ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ρήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν. καὶ καταπασάμενοι γῆν

13

and they sat down beside him seven days and seven nights, and not one of them spoke; for they saw that his affliction was dreadful and very great.

παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα.