Job 23

1

Then Job answered and said,

ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει·

2

Yea, I know that pleading is out of my reach; and his hand has been made heavy upon my groaning.

καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ.

3

Who would then know that I might find him, and come to an end [of the matter]?

τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος;

4

And I would plead my own cause, and he would fill my mouth with arguments.

εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων·

5

And I would know the remedies which he would speak to me, and I would perceive what he would tell me.

γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ.

6

Though he should come on me in [his] great strength, then he would not threaten me;

καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·

7

for truth and reproof are from him; and he would bring forth my judgment to an end.

ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου·

8

For if I shall go first, and exist no longer, still what do I know [concerning] the latter end?

εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα;

9

When he wrought on the left hand, then I observed [it] not: his right hand shall encompass me but I shall not see [it].

ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται.

10

For he knows already my way; and he has tried me as gold.

εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.

11

And I will go forth according to his commandments, for I have kept his ways; and I shall not turn aside from his commandments,

ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω

12

neither shall I transgress; but I have hid his words in my bosom.

ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.

13

And if too he has thus judged, who is he that has contradicted, for he has both willed [a thing] and done it.

εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε.

14

Therefore am I troubled at him; and when I was reproved, I thought of him.

διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.

15

Therefore let me take good heed before him: I will consider, and be afraid of him.

ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.

16

But the Lord has softened my heart, and the Almighty has troubled me.

Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με·

17

For I knew not that darkness would come upon me, and thick darkness has covered [me] before my face.

οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.